Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. νεύμασι Κυπριδίοισιν ἀθελγέας εἷλκεν ὀπωπάς.
  2. ἡ δὲ δολοφρονέουσα παρήπαφεν ὄρχαμον Ἰνδῶν,
  3. οἷά περ ἱμείρουσα, πόθου δʼ ἀπεμάξατο κούρη
  4. ψευδαλέον μίμημα· καὶ αἰθέρος ἥπτετο Μορρεύς,
  5. ἐλπίδι μαψιδίῃ πεφορημένος· ἐν κραδίῃ γὰρ
  6. παρθενικὴν ἐδόκησεν ἔχειν βέλος ἶσον Ἐρώτων,
  7. κοῦφος ἀνήρ, ὅτι παῖδα σαόφρονα δίζετο θέλγειν
  8. κυανέοις μελέεσσι, καὶ οὐκ ἐμνήσατο μορφῆς.
  9. καί οἱ ἐπεγγελόωσα δόλῳ φιλοπαίγμονι κούρη
  10. ἀγχιφανὴς ἐρέθιζε δυσίμερον, ἀντιβίῳ δὲ
  11. εἶπεν ἀνυμφεύτοιο ποδήνεμα γούνατα νύμφης,
  12. πῶς ποτε Φοῖβον ἔφευγε, Βορηίδι σύνδρομος αὔρῃ,
  13. πῶς διερὸν παρὰ χεῦμα τιταινομένου ποταμοῖο
  14. παρθένιον πόδα πῆξε παρʼ εὐρυρέεθρον Ὀρόντην,
  15. ὁππότε γαῖα χανοῦσα παρʼ εὐύδρου στόμα λίμνης
  16. παῖδα διωκομένην οἰκτίρμονι δέξατο κόλπῳ.
  17. τοῖον ἔπος φαμένης ἀνεπάλλετο χάρματι Μορρεύς,
  18. ἓν δέ ἑ μοῦνον ὄρινε, διωκομένην ὅτι Δάφνην
  19. καὶ θεὸς οὐκ ἐκίχησε καὶ οὐκ ἐμίηνεν Ἀπόλλων·
  20. καὶ βραδὺν ἔννεπε Φοῖβον· ἀεὶ δʼ ὑπεμέμφετο γαίῃ,