Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἶπε θεά· καὶ μάργος Ἔρως ἀνεπάλλετο κόλπου
  2. μητρὸς ἑῆς, καὶ τόξον ἐκούφισεν, ἀμφὶ δὲ βαιῷ
  3. ὤμῳ πανδαμάτειρον ἐπῃώρησε φαρέτρην·
  4. καὶ πτερόεις πεπότητο διʼ αἰθέρος· ἀμφὶ δὲ Κέρνῃ
  5. κυκλώσας πτερὰ κοῦφα βολαῖς ἀντώπιος Ἠοῦς
  6. ἵπτατο μειδιόων, ὅτι τηλίκον ἡνιοχῆα
  7. δίφρων οὐρανίων ὀλίγοις ἔφλεξε βελέμνοις,
  8. καὶ σέλας Ἠελίοιο σέλας νίκησεν Ἐρώτων.
  9. καὶ ταχὺς Ἰνδῴοιο μολὼν κατὰ μέσσον ὁμίλου
  10. τόξον ἑὸν στήριζεν ἐπʼ αὐχένι Χαλκομεδείης·
  11. καὶ βέλος ἰθύνων ῥοδέης περὶ κύκλα παρειῆς
  12. Μορρέος εἰς φρένα πέμψεν, ἐρετμώσας δὲ πορείην
  13. νηχομένων πτερύγων ἑτερόζυγι σύνδρομος ὁλκῷ
  14. πατρῴους ἀνέβαινεν ἐς ἀστερόεντας ὀχῆας,
  15. καλλείψας πυρόεντι πεπαρμένον Ἰνδὸν ὀιστῷ.
  16. αἰεὶ δʼ ἔνθα καὶ ἔνθα πόθου δεδονημένος ἰῷ,
  17. παρθένος ἧχι βέβηκε, δυσίμερος ἤιε Μορρεύς,
  18. μείλιχον ἆορ ἔχων, πεφιδημένον ἔγχος ἀείρων,
  19. καὶ θρασὺν Ἱμερόεντι νόον μαστίζετο κεστῷ·
  20. ἀμφὶ δέ μιν περίκυκλον ἐρωμανὲς ὄμμα τιταίνων