Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἐν δὲ τριηκοστῷ τριτάτῳ Μορρῆα δαμάζει φλέξας θοῦρος Ἔρως ἐπὶ κάλλεϊ Χαλκομεδείης.
- αὐτὰρ ὁ φοιταλέῳ πεφορημένος ἅλματι ταρσῶν
- εὐκεράῳ ταχύγουνος ὁμοίιος ἔσσυτο ταύρω,
- λοίγιον ἄσθμα χέων ἑτερόφρονος οἴδματι λύσσης.
- καὶ Χάρις ὠκυπέδιλος Ἐρυθραίῳ παρὰ κήπῳ
- φυταλιὴν εὔοδμον ἀμεργομένη δονακήων,
- ὄφρα πυριπνεύστων Παφίων ἔντοσθε λεβήτων
- Ἀσσυρίου μίξασα χυτὰς ὠδῖνας ἐλαίου
- ἄνθεσιν Ἰνδῴοισι μύρον τεύξειεν ἀνάσσῃ,
- ὁππότε παντοίην δροσερὴν ἐδρέψατο ποίην,
- χῶρον ὅλον θηεῖτο· καὶ ἀγχιπόρῳ παρὰ λόχμῃ
- λύσσαν ἑοῦ γενετῆρος ὀπιπεύουσα Λυαίου
- ἀχνυμένη δάκρυσε, φιλοστόργῳ δὲ μενοινῇ
- πενθαλέοις ὀνύχεσσιν ἑὰς ἐχάραξε παρειάς·
- καὶ Σατύρους σκοπίαζεν ὑποπτήσσοντας Ἐνυώ,
- Κωδώνην δʼ ἐνόησε μινυνθαδίην τε Γιγαρτὼ
- κεκλιμένας ἐφύπερθεν ἀτυμβεύτοιο κονίης·
- Χαλκομέδην δʼ ἐλέαιρε θυελλήεντι πεδίλῳ
- μαινομένου Μορρῆος ἀλυσκάζουσαν ἀκωκήν,
- καὶ φθονερὴ δεδόνητο ῥοδώπιδος εἵνεκα κούρης,