Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Ἄρης Δηριάδαο, σὺ δὲ προμάχιζε Λυαίου·
  2. ἔγχος ἔχει, σὺ δὲ τόξον ὑπέρτερον, ᾧ γόνυ κάμπτει
  3. Ζεὺς ὕπατος καὶ θοῦρος Ἄρης καὶ θέσμιος Ἑρμῆς·
  4. δειμαίνει σέο τόξα καὶ ὁ κλυτότοξος Ἀπόλλων.
  5. εἰ δὲ τεῇ, φίλε κοῦρε, χαρίζεαι ἀφρογενείῃ,
  6. Βασσαρίδων προμάχιζε καὶ ἡμετέρου Διονύσου.
  7. ἀλλὰ μολὼν ἀκίχητος Ἑώιον εἰς κλίμα γαίης
  8. Ἰνδῴην παρὰ πέζαν, ὅπῃ θεράπαινα Λυαίου
  9. ἔστί τις ἐν Βάκχῃσιν, ὑπέρτερος ἥλικος ἤβης,
  10. οὔνομα Χαλκομέδη φιλοπάρθενος—εἰ δέ κεν ἄμφω
  11. Χαλκομέδην καὶ Κύπριν ἔσω Λιβάνοιο νοήσῃς,
  12. οὐ δύνασαι, φίλε κοῦρε, διακρίνειν Ἀφροδίτην—.
  13. καῖθι μολὼν χραίσμησον ἐρημονόμῳ Διονύσῳ,
  14. Μορρέα τοξεύσας ἐπὶ κάλλεϊ Χαλκομεδείης·
  15. σεῖο δὲ τοξοσύνης γέρας ἄξιον ἐγγυαλίξω
  16. Λήμνιον εὐποίητον ἐγὼ στέφος, εἴκελον αἴγλαις
  17. ἠελίου φλογεροῖο· σὺ δὲ γλυκὺν ἰὸν ἰάλλων
  18. δὸς χάριν ἀμφοτέροις, καὶ Κύπριδι καὶ Διονύσῳ·
  19. σὸν καὶ ἐμὸν κύδαινε γαμοστόλον ὄρνιν Ἐρώτων,
  20. εὐφροσύνης κήρυκα βιοζυγέων ὑμεναίων.