Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. νευρὴν πανδαμάτειραν ἐπὶ Κρονίωνα τανύσσω,
  2. καὶ πάλιν οἰστρηθέντα γαμοκλόπον ὄρνιν Ἐρώτων
  3. αἰετόν, ἤ τινα ταῦρον ἁλὸς πλωτῆρα τελέσσω·
  4. εἰ δέ ἑ Παλλὰς ὄρινε καὶ ἤκαχεν ἀμφιγυήεις
  5. Κεκροπίου λύχνοιο φεραυγέα δαλόν ἀνάψας,
  6. μάρναμαι ἀμφοτέροισι, καὶ Ἡφαίστῳ καὶ Ἀθήνῃ·
  7. εἰ δέ μιν ἰοχέαιρα λαγωβόλος εἰς χόλον ἕλκει,
  8. ἔμπυρον Ὠρίωνος Ὀλύμπιον ἆορ ἐρύσσας
  9. Ἄρτεμιν οἰστρήσαιμι, καὶ αἰθέρος ἐκτὸς ἐλάσσω---
  10. κουφίζων πτερύγεσσιν ὁμόστολον υἱέα Μαίης,
  11. οὐτιδανὴν καλέοντα μάτην ἐπαρηγόνα Πειθώ·
  12. καλλείψας δὲ βέλεμνα καὶ ἔμπυρον ἄμμα φαρέτρης
  13. δαφναίοις πετάλοισι θελήμονα Φοῖβον ἱμάσσω,
  14. δέσμιον αὐδήεντι περισφίγξας ὑακίνθῳ·
  15. οὐ μὲν Ἐνυαλίου τρομέω σθένος, οὐδὲ μογήσω
  16. Ἄρεα μαστίζων πεπεδημένον ἡδέι κεστῷ·
  17. καὶ διδύμους φωστῆρας ὑποδρήσσοντας ἐρύσσω
  18. εἰς Πάφον οὐρανόθεν, καὶ ὀπάονα μητρὶ κομίσσω
  19. σὺν Κλυμένῃ Φαέθοντα, σὺν Ἐνδυμίωνι Σελήνην,
  20. πάντες ἴνα γνώωσιν, ὅτι ξύμπαντα δαμάζω.