Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καί οἱ ἐπεγγελάσειε καὶ ἀδρανέοντα καλέσσῃ.
  2. καὶ πρόμαχοι τότε πάντες ὑπέκφυγον· ἐν δὲ κυδοιμοῖς
  3. Αἰακὸς αὐτόθι μοῦνος ἐλείπετο, μαρνάμενος δὲ
  4. δεύετο μὴ παρεόντος ἀνικήτου Διονύσου·
  5. ἔμπης δʼ αὐτόθι μίμνεν. ἀπὸ σκοπέλοιο δὲ Νύμφαι
  6. Νηιάδος βυθίοισιν ἐνεκρύπτοντο μελάθροις·
  7. αἱ μὲν Ὑδασπιάδεσσιν ὁμήλυδες, αἱ δὲ φυγοῦσαι
  8. Ἰνδὸν ἐς ἀγχικέλευθον ἐναυλίζοντο ῥεέθροις,
  9. ἄλλαι Συδριάδεσσιν ὁμόστολοι, αἱ δʼ ἐνὶ Γάγγῃ
  10. λύθρον ἀπεσμήξαντο νεόσσυτον, ἃς τότε πολλὰς
  11. ἐρχομένας ἀγεληδὸν ἐς ὑδατόεντας ἐναύλους
  12. νηιὰς ἀργυρόπεζα φιλοξείνῳ πυλεῶνι
  13. δέξατο κυματόεντος ἐς αὔλια παρθενεῶνος.
  14. ἄλλαι Ἁμαδρυάδος σκιεροῖς κρύπτοντο κορύμβοις,
  15. δυσάμεναι δρυόεντας ἀνοιγομένους κενεῶνας.
  16. πολλαὶ δʼ ὑγροτόκους ὑπὸ πίδακας ἐγγύθι πέτρης
  17. Βασσαρίδες κρουνηδὸν ἐκώκυον· ἀρτιχύτῳ δὲ
  18. ὄμβρῳ δακρυόεντι φιλοθρήνοιο προσώπου
  19. πληθομένη βαθύκολπος ὅλη πορφύρετο πηγή,
  20. μυρομένη βαρὺ πένθος ἀπενθήτου Διονύσου.