Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὀκλάζων βαρύγουνος ὀλισθηροῖσι πεδίλοις,
  2. ἔμπαλιν ὀρθώσας λάσιον δέμας· ἐν δὲ κολώναις
  3. ἀντὶ μόθου κεκάλυπτο, καὶ Εὔιον ἔγχος ἀνάγκῃ
  4. κάλλιπεν ἀπτολέμοισι μεμηλότα θύρσον ἀέλλαις,
  5. καὶ μόγις εὐπήληκος ἀλεύατο Μορρέος αἰχμήν.
  6. ὀκναλέοις δὲ πόδεσσιν ἐχάζετο νωθρὸς Ἐρεχθεύς,
  7. ἐντροπαλιζομένην τανύων εὔκυκλον ὀπωπήν,
  8. αἰδόμενος μενέχαρμον ἑὴν πολιοῦχον Ἀθήνην.
  9. Βακχείην δʼ ἀέκων ἠρνήσατο Μαινάδα χάρμην
  10. λαιὸν Ἀρισταῖος βεβολημένος ὦμον ὀιστῷ.
  11. καὶ στρατιὴν ἀλέεινε δοριθρασέων Κορυβάντων
  12. οὐτηθεὶς λασίοιο κατὰ στέρνοιο Μελισσεύς,
  13. μαζὸν Ἐρυθραίῃ κεχαραγμένος ἄκρον ἀκωκῇ.
  14. καὶ βλοσυροὶ Κύκλωπες ἀναιδέες εὔποδι ταρσῷ
  15. εἰς φόβον ἠπείγοντο τεθηπότες, οἷς ἄμα φεύγων
  16. Ἰνδῴην ἀδόνητος ἐλίμπανε Φαῦνος Ἐνυώ.
  17. εὐκεράου δὲ φάλαγγος ὅλον στρατὸν εἰς φόβον ἕλκων
  18. πρεσβυγενὴς φύξηλις ἐχάζετο Παρράσιος Πάν,
  19. σιγαλέοις δὲ πόδεσσιν ἐδύσατο δάσκιον ὕλην,
  20. μή μιν ἴδῃ φεύγοντα διʼ οὔρεος ἄστατος Ηχώ.