Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Βακχείης δέ φάλαγγος ἔην κλόνος· ἀσταθέες γὰρ
  2. πεζοὶ μὲν δεδόνηντο, φυγοπτολέμων δʼ ἐλατήρων
  3. εἰς φόβον εὐλάιγγες ἀνεκρούοντο χαλινοί·
  4. ὧν ὁ μὲν οὐρεσίφοιτος ἐδύσατο κοιλάδα πέτρην,
  5. ὃς δὲ μολὼν τανύφυλλον ὑπὸ κλέτας ἕζετο λόχμης
  6. κρυπτόμενος πετάλοισιν, ὁ δὲ σπήλυγγα λεόντων,
  7. ἄλλος ἀμαιμακέτοιο μετήιεν ἔνδιον ἄριτου·
  8. καί τις ἀερσιλόφοιο διὰ πρηῶνος ἀλύξας
  9. ποσσὶν ὀρεσσινόμοισι διέστιχεν ἄκρα κολώνης.
  10. Βάκχη δʼ ἀρτιτόκοιο παρήλυθε θηρὸς ἐναύλους,
  11. ταρβαλέῳ πρηῶνα διαστείβουσα πεδίλῳ·
  12. οὐ γὰρ ἔχειν μενέαινε λεοντείην ἔτι πέτρην,
  13. ἀλλὰ λιποσθενέων ἐλάφων ἐκίχησε καλιὴν
  14. ἤθεσιν ἀδρανέεσσιν, ἐπεὶ προτέρην φρένα Βάκχη
  15. εἰς κραδίην ἐλάφοιο μετέτραπεν ἀντὶ λεαίνης.
  16. καί τις ἀελλοπόδων Σατύρων δειδήμονι ταρσῷ
  17. ἔτρεχεν, ἀσταθέεσσιν ἀσάμβαλος εἴκελος αὔραις,
  18. φεύγων Δηριάδαο θεημάχον ὄγκον ἀπειλῆς.
  19. καὶ σκοπέλους ἐδίωκε γέρων Σειληνὸς ἀλήτης·
  20. πολλάκι δʼ εἰς χθόνα πῖπτε κονιομένοιο προσώπου,