Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Αρης καὶ σὲ δάμασσεν ὁμοίιον υἱέι Μύρρης.
  2. ὣς εἰπὼν πρυλέεσσι δορυσσόος ᾔχμασε Μορρεύς·
  3. εἰλιπόδην δὲ Βίλιθον ἑλὼν καὶ Δένθιν ὀλέσσας,
  4. αὐχένα δʼ ὀρχηστῆρος Ἐριγβώλοιο δαΐξας
  5. ἔγχεϊ τηλεβόλῳ Φρυγίους ἐφόβησε μαχητάς·
  6. Σηβέα δʼ ὀκριόεντι κατεπρήνιξε βελέμνῳ·
  7. Θηβαίων δὲ φάλαγγα καί Ἀκταίωνα διώκων
  8. ἔκτανεν Εὐβώτην, Καδμηίδος ἀστὸν ἀρούρης,
  9. σύννομον Ἀκταίωνος. ὁμοφθόγγῳ δʼ ἀλαλητῷ
  10. πολλοὶ Δηριάδαο πεφυζότες ἄπλετον ἀλκὴν
  11. πασσυδὸν ὠλίσθησαν ὁμόζυγος εἰς λίνα Μοίρης,
  12. αὐτοφόνῳ θνήσκοντες ἀλοιητῆρι σιδήρῳ,
  13. ἀνδρὸς ἑνὸς ῥιπῇσιν· ἐπʼ ἀλλήλοις δὲ πεσόντες
  14. αἱμαλέῃ στοιχηδὸν ἐπεστόρνυντο κονίῃ
  15. Κρίμισος, Ἱμαλέων, Φράσιος, Θάργηλος, Ἰάων,
  16. οἶσι δαϊζομένοις ἐναρίθμιος ἤριπε Κοίλων,
  17. καὶ νέκυς αἱματόεντι Κύης ἐκυλίνδετο πότμῳ·
  18. καὶ φόνος ἄσπετος ἔσκε· δαϊζιμένων δέ σιδήρῳ
  19. ἐχθρῷ διψὰς ἄρουρα θελήμονι λούσατο λύθρῳ,
  20. δεχνυμένη ξένον ὄμβρον Ἐνυαλίου νιφετοῖο.