Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ δόλον ἔπλεκεν ἄλλον, ὅπως Διὸς ἐγγύθεν ἔλθῃ
  2. κεστὸν ἀερτάζουσα, πόθου θελξίφρονα μίτρην.
  3. καὶ Παφίην μάστευεν· ὑπὲρ Λιβάνοιο δὲ μούνην
  4. Ἀσσυρίην ἐκίχησεν ἐρημαίην Ἀφροδίτην
  5. ἑζομένην· Χάριτες γὰρ ἐς ἄνθεα ποικίλα κήπων
  6. εἰαριναὶ στέλλοντο, χορίτιδες Ὀρχομενοῖο,
  7. ἡ μέν ἀμεργομένη Κίλικα κρόκον, ἡ δὲ κομίζειν
  8. βάλσαμον ἱμείρουσα καὶ Ἰνδῴου δονακῆος
  9. φυταλίην, ἑτέρη δὲ ῥόδων εὐώδεα ποίην.
  10. Θαμβαλέη δʼ ἀδόκητος ἑῶν ἀνεπήλατο δίφρων,
  11. ὡς Διὸς εἶδε δάμαρτα, Διὸς θυγάτηρ Ἀφροδίτη·
  12. ἀχνυμένην δʼ ὁρόωσα πολύτροπον ἴαχε φωνήν·
  13. Ἥρη, Ζηνὸς ἄκοιτι, τί σοι χλοάουσι παρειαί;
  14. τίπτε τεαί, βασίλεια, κατηφέες εἰσὶν ὀπωπαί;
  15. ἦ ῥα πάλιν πέλεν ὄμβρος ἐπίκλοπος ὑέτιος Ζεύς;
  16. μὴ πάλιν ἔπλετο ταῦρος ἐν ὕδασιν ὑγρὸς ὁδίτης;
  17. τις πάλιν Εὐρώπη σε βιάζεται; ἠὲ τίς ἄλλη
  18. Ἀντιόπη Νυκτῆος ἀναινομένου γενετῆρος
  19. ψευδαλέου Σατύρου λασίῃ νυμφεύεται εὐνῇ;
  20. μὴ νέος εἰς γάμον ἄλλον ἐπείγεται ἵππος ἐχέφρων,