Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- οὐ στεροπὴ πυρόεσσα δυνήσεται ἰσοφαρίζειν,
- οὐ βροντὴ βαρύδουπος ἀρασσομένων νεφελάων·
- μοῦνον ἐμοὶ πτερὰ πάλλε, καὶ ἀκλινέων ἐπὶ λέκτρων
- μίμνει Ζεὺς ἀτίνακτος, ὅσον χρόνον, Ὕπνε, κελεύεις.
- ἔκλυον, ὡς ποθέεις Χαρίτων μίαν· ἀλλʼ ἐνὶ θυμῷ
- οἶστρον ἔχων θαλάμοιο φυλάσσεο, μηδὲ χαλέψῃς
- μητέρα Πασιθέης, ζυγίην θαλαμηπόλον Ἥρην.
- εἰ δὲ σὺ ναιετάεις παρὰ Τηθύι Λευκάδα πέτρην.
- Δηριάδῃ χραίσμησον, ὅν ἤροσεν Ἰνδὸς Ὑδάσπης·
- γείτονι πιστὰ φύλαξον, ἐπεὶ τεὸς ἠχέτα γείτων
- Ὠκεανὸς κελάδων προπάτωρ πέλε Δηριαδῆος.
- ὣς φαμένη παρέπεισε. καὶ οἶά τε μητρὸς ἀκούων
- ὕπνος ἀνεπτοίητο, καὶ ὤμοσεν ὄμματα θέλγειν
- Ζηνὸς ἀκοιμήτοιο καὶ εἰς τριτάτης δρόμον Ἠοῦς·
- ἀλλά μιν ᾔτεεν Ἶρις, ἴνα Κρονίωνα πεδήσῃ
- ὑπνώειν ἕνα μοῦνον ἐπὶ δρόμον ἠριγενείης.
- αὐτόθι δʼ Ὕπνος ἔμιμνε, δεδεγμένος εὔγαμον ὥρην.
- καὶ ταχινὴ πεπότητο θεὰ παλινόστιμος Ἶρις·
- σπερχομένη δʼ ἤγγειλεν ἀμεμφέα μῦθον ἀνάσσῃ.
- ἡ δὲ θυελλήεντι διʼ ἠέρος Ἵπτατο ταρσῷ