Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. μιμηλοῖς στομάτεσσι νόθον χρεμετισμὸν ἰάλλων;
  2. μὴ Σεμέλην ἑτέρην λοχίῳ μνηστεύσατο πυρσῷ
  3. καὶ στεροπὴν ἐλέλιζε κυβερνήτειραν Ἐρώτων;
  4. μὴ δαμάλης ἐπὶ λέκτρον ἐυκραίροιο χορεύει
  5. μυκηθμὸν προχέων φιλοτήσιον; ἢν ἐθελήσῃς,
  6. Ζηνὸς ὀπιπευτῆρα βοοσκόπον ἄλλον ἐγείροις,
  7. βουκόλον ἀγρύπνοις κεχαραγμένον Ἀργον ὀπωπαῖς.
  8. εἰπέ μοι εἰρομένῃ, καὶ ὅσον σθένος ἐστίν, ἀρήξω.
  9. ὣς φαμένην δολόεντι θεὰ προσπτύξατο μύθῳ·
  10. Κύπρι θεά, θνητοῖσιν ἐάσομεν οὖδας Ὀλύμπου·
  11. Ζεὺς Σεμέλην ἐς Ὄλυμπον ἀνήγαγε, μητέρα Βάκχου,
  12. ἄξει καὶ Διόνυσον ἐς αἰθέρα. τίς δόμος Ἥρην
  13. δέξεται; ἢ τίνα χῶρον ἐλεύσομαι; αἰδέομαι δέ,
  14. μὴ Σεμέλην ἐσίδοιμι νόθην βασίλειαν Ὀλύμπου.
  15. δείδια, μὴ ζοφόεντος ἴδω δόμον Ἰαπετοῖο,
  16. μή με λαβὼν ἐλάσειε μετὰ Κρόνον ἐκτὸς Ὀλύμπου.
  17. δείδια, μὴ μετὰ μαῖαν ἐν αἰθέρι νέκταρ ἐλέγχων
  18. ἄμπελον, ἥν καλέουσι, καὶ ἐν μακάρεσσι φυτεύσῃ.
  19. μή ποτε τοῦτο γένοιτο, Δίκη καὶ Γαῖα καὶ Ὕδωρ.
  20. κλήματα μὴ κομίσειεν ἐς αἰθέρα, μὴ χάριν αἴνης