Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ δρεπάνην φοίνιξε· δαϊζομένης δὲ Μεδούσης
  2. αἱμοβαφῆ παλάμην ὀφιώδεϊ λοῦσεν ἐέρσῃ,
  3. κρᾶτα ταμών· χρυσέῳ δὲ σὺν ἄορι παῖδα λοχεύων
  4. ἱππείην ἐλόχευσε γονὴν διδυμητόκος αὐχήν.
  5. καὶ φθονερὸς πραπίδεσσι χόλος διεπάφλασεν Ἥρης
  6. ζῆλον ἐρευγομένης ἐπὶ Περσέι καὶ Διονύσῳ.
  7. ἤθελε δὲ Κρονίδαο καὶ ὄμματα καὶ φρένα θέλγειν
  8. εἰς γάμον ἠπεροπῆα καὶ εἰς πτερὸν ἡδέος Ὕπνου
  9. ἑλκομένου μετὰ λέκτρον, ὅπως δολίῃ τινὶ τέχνῃ
  10. Ζηνὸς ἔτι κνώσσοντος ἐπιβρίσειε Λυαίῳ.
  11. ὀρφναίην δʼ Ἀίδαο μετήλυθε πανδόκον αὐλήν·
  12. Περσεφόνην δʼ ἐκίχησε, δολόφρονι δʼ ἴαχε μύθῳ·
  13. ὀλβίστην ἐνέπω σε, θεῶν ὅτι τηλόθι ναίεις·
  14. οὐ Σεμέλην ἐνόησας ἔσω ναίουσαν Ὀλύμπου.
  15. δείδια, μὴ Διόνυσον, ὃν ἀνδρομέη τέκε γαστήρ,
  16. ἀστεροπὴν κρατέοντα μετὰ Ζαγρῆα νοήσω
  17. ἢ χθονίαις παλάμῃσιν ἐλαφρίζοντα κεραυνούς·
  18. συλήθης, φερέκαρπε· παρὰ σταχυώδεϊ Νείλῳ
  19. ἀντὶ τεῆς Δήμητρος ἀμαλλοτόκοιο τεκούσης
  20. ἄλλῃ κῶμον ἄγουσι, νόθη δέ τις ὄμπνια Δηὼ