Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἐν δὲ τριηκοστῷ πρώτῳ μειλίσσεται Ἥρη ὕπνον ἐπὶ Κρονίδῃ καὶ Περσεφόνην ἐπὶ Βάκχῳ.
  2. ὣς ὁ μὲν Ἰνδῴοιο τυπεὶς ἴυγγι κυδοιμοῦ
  3. Βάκχος Ἐρυθραίης περιδέδρομε κόλπον ἀρούρης,
  4. χρύσεα χιονέῃσι παρηίσι βόστρυχα σείων.
  5. Ἥρη δὲ φθονεροῖσιν ἀνοιδαίνουσα μερίμναις
  6. ἄκρον ἀπειλητῆρι κατέγραφεν ἠέρα ταρσῷ,
  7. αὐτόθι παπταίνουσα πολυσπερέων στρατὸν Ἰνδῶν
  8. θύρσοις ἀνδροφόνοισιν ἀλοιηθέντα Λυαίου.
  9. καὶ χόλον ἄλλον ἔγειρεν Ἐρυθραίῳ παρὰ πόντῳ
  10. Ἀνδρομέδης ὁρόωσα πολύπλοκα λείψανα δεσμῶν
  11. καὶ λίθον ἐν ψαμάθῳ, βλοσυρὸν τέρας ἐννοσιγαίου.
  12. ἀχνυμένη δʼ ἑὸν ὄμμα παρέτραπε, μὴ παρὰ πόντῳ
  13. Γοργοφόνου Περσῆος ἴδῃ χαλκήλατον ἅρπην.
  14. ἤδη γὰρ ταχύγουνον ἐν ἠέρι ταρσὸν ἑλίσσων
  15. δίψιον ἀμφὶ τένοντα Λίβυν πορθμεύετο Περσεύς,
  16. νηχόμενος πτερύγεσσι· μονογλήνου δὲ γεραιῆς
  17. Φορκίδος ἀγρύπνοιο λαβὼν ὀφθαλμὸν ἀλήτην
  18. δύσβατον ἄντρον ἔδυνε, καὶ ἀμώων παρὰ πέτρῃ
  19. λήια συρίζοντα, θαλύσια λοξὰ κομάων,
  20. Γοργόνος ὠδίνοντα διέθρισεν ἀνθερεῶνα,