Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ταυροφυὴς κερόεσσα φατίζεται Ἰναχὶς Ἰώ.
  2. Ἄρεα δʼ, ὅν περ ἔτικτον, ὃν οὐρανίη τέκε γαστήρ,
  3. υἱὸν ἐμὸν χθονίῳ πεπεδημένον ἀκλέι δεσμῷ
  4. κρύψεν ἔσω κεράμοιο περισφίγξας Ἐφιάλτης·
  5. οὐδέ οἱ ἐχραίσμησεν ἐμὸς πόσις οὐράνιος Ζεύς,
  6. ἀλλὰ τόκον Σεμέλης φλογερῶν ἐρρύσατο πυρσῶν,
  7. καὶ βρέφος εἰσέτι Βάκχον ἀνεζώγρησε κεραυνοῦ,
  8. ἡμιτελῆ νόθον υἷα· δαϊζομένου δὲ μαχαίραις
  9. Ζαγρέος οὐ προμάχιζεν ἐπουρανίου Διονύσου.
  10. τοῦτό με μᾶλλον ὄρινεν, ὅτι Κρονίδης πόλον ἄστρων
  11. ἕδνα πόρεν Σεμέλῃ καὶ Τάρταρα Περσεφονείῃ·
  12. οὐρανὸς Ἀπόλλωνι φυλάσσεται, οὐρανὸν Ἑρμῆς
  13. ναιετάει· σὺ δὲ τοῦτον ἔχεις δόμον ἔμπλεον ὄρφνης.
  14. τί πλέον, ὅττι δράκοντος ἔχων ψευδήμονα μορφὴν
  15. δεσμὸν ἀσυλήτοιο τεῆς σύλησε κορείης,
  16. εἰ μετὰ λέκτρον ἔμελλε τεὰς ὠδῖνας ὀλέσσαι;
  17. Ζεὺς μὲν ἄναξ κατʼ Ὄλυμπον ἔχει δόμον ἔμπλεον ἄστρων,
  18. γνωτῷ δʼ ὑγρομέδοντι γέρας πόρεν ἁλμυρὸν ὕδωρ,
  19. καὶ ζόφον ἀχλυόεντα τεῷ πόρεν οἶκον ἀκοίτῃ.
  20. ἀλλὰ τεὰς θώρηξον Ἐρινύας οἴνοπι Βάκχῳ,