Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πάννυχον ἐγρήσσοντα πάλιν Κρονίωνα νοήσεις·
  2. λῦσον ἀτασθαλίην ἀδίκου Διός· Ἀμφιτρύων μὲν
  3. νόσφιν ἑοῦ θαλάμοιο σιδηροχίτων μετανάστης
  4. μάρναται· Ἀλκμήνῃ δὲ παρέζεται ἐνδόμυχος Ζεύς,
  5. νυμφιδίην ἀκόρητος ἔχων τρισέληνον ὀμίχλην.
  6. μὴ Διὸς ἐγρήσσοντος ἴδω καὶ νύκτα τετάρτην.
  7. ἀλλά, τέκος, Κρονίωνι κορύσσεο, μὴ πάλιν ἄλλην,
  8. μὴ πάλιν ἐννεάκυκλον ἀναπλήσειεν ὀμίχλην.
  9. Μνημοσύνης προτέρης μιμνήσκεο· τῇ παριαύων
  10. ἐννέα νύκτας ἔμιμνεν, ἔχων ἄγρυπνον ὀπωπήν,
  11. οἶστρον ἔχων πολύτεκνον ἀκοιμήτων ὑμεναίων.
  12. πανδαμάτωρ θεὸς ἄλλος ὁμόπτερος, εἴκελος Ὕπνῳ,
  13. βαιὸς Ἔρως, Κρονίδην ὀλίγῳ νίκησε βελέμνῳ.
  14. γηγενέων δʼ ἐλέαιρε γονήν μελανόχροον Ἰνδῶν·
  15. δός χάριν· ὑμετέρης γὰρ ὁμόχροές εἰσι τεκούσης·
  16. ῥύεο κυανέους, κυανόπτερε· μηδὲ χαλέψῃς
  17. γαῖαν ἐμοῦ γενετῆρος ὁμήλικα, τῆς ἄπο μούνης
  18. πάντες ἀνεβλάστησαν, ὅσοι ναετῆρες Ὀλύμπου.
  19. μὴ τρομέοις Κρονίδην, ὅτε σύγγαμος ἵλαος Ἥρη·
  20. μὴ τρομέοις Σεμέλην, ἣν ἔφλεγεν αὐτός ἀκοίτης.