Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἶς βροτὸς αἰσχύνει με καὶ υἱέα· παννύχιος γὰρ
  2. μυστιπόλῳ σπινθῆρι φεραυγέα δαλὸν ἀνάπτων
  3. Βάκχος ἀμαλδύνει με, καὶ ἐγρήσσων σε χαλέπτει.
  4. Ὕπνε, τί πανδαμάτωρ κικλήσκεαι; οὐκέτι θέλγεις
  5. ἀνέρας ἐγρήσσοντας, ὅτι χθονίοιο Λυαίου
  6. κῶμον ἐμόν νίκησε νόθον σέλας· ἡμετέρων γάρ
  7. φαιδροτέραις δαΐδεσσι κατακρύπτει φλόγας ἄστρων.
  8. εἷς βροτὸς αἰσχύνει με φαεσφόρος, ὅττι καλύπτει,
  9. καὶ μεγάλην περ ἐοῦσαν, ἐμῆς ἀκτῖνα Σελήνης.
  10. ἅζομαι ἠριγένειαν ἐπεγγελόωσαν Ὀμίχλῃ,
  11. ὅττι νόθον μεθέπω νύχιον σέλας· ἀλλοτρίῳ γὰρ
  12. ποιητῷ Φαέθοντι φαείνομαι ἠματίη Νύξ.
  13. ἀλλά σύ μοι, φίλε κοῦρε, χολώεο δίζυγι θεσμῷ
  14. μυστιπόλοις Σατύροισι καὶ ἀγρύπνῳ Διονύσῳ·
  15. δὸς χάριν ἀχνυμένῃ σέο μητέρι, δὸς χάριν Ἥρῃ,
  16. καὶ Διὸς ὑψιμέδοντος ἀθελγέα θέλξον ὀπωπήν
  17. εἰς μίαν ἠριγένειαν, ὅπως Ἰνδοῖσιν ἀρήξῃ,
  18. οὓς Σάτυροι κλονέουσι καὶ εἰσέτι Βάκχος ὀρίνει.
  19. Ὕπνε, τί πανδαμάτωρ κικλήσκεαι; ἥν ἐθελήσῃς,
  20. τρέψον ἐμοὶ τεὸν ὄμμα, καὶ ἑπταπύλῳ παρὰ Θήβῃ