Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἰς Θέμιν, εἰς Κυθέρειαν, ἐς Ἄρτεμιν εἶδος ἀμείβω.
  2. Πασιθέης δʼ ὑμέναιον ὑπόσχεο, τῆς διὰ κάλλος
  3. ἱμείρων ἀνύσειεν ἐμὸν χρέος· οὔ σε διδάξω,
  4. ὅττι γυναιμανέων τις ἐπʼ ἐλπίδι πάντα τελέσσει.
  5. ὣς φαμένης πεπότητο θεὰ χρυσόπτερος Ἶρις
  6. ἠέρα παπταίνουσα, καὶ εἰς Πάφον, εἰς χθόνα Κύπρου
  7. ἀπλανὲς ὄμμα τίταινε, τὸ δὲ πλέον ὑψόθι Βύβλου
  8. Ἀσσυρίου σκοπίαζεν Ἀδώνιδος εὔγαμον ὕδωρ,
  9. διζομένη περίφοιτον ἀλήμονος ἴχνιον Ὕπνου.
  10. εὗρε δέ μιν γαμίοιο παρὰ κλέτας Ὀρχομενοῖο·
  11. κεῖθι γὰρ αὖτις ἔμιμνε νοοπλανές ἴχνος ἐλίσσων,
  12. Πασιθέης ἐρόεντα παρὰ προπύλαια θαμίζων.
  13. καὶ δέμας ἀλλάξασα μετάτροπον ἄσκοπος Ἶρις
  14. κυανέης ἄγνωστον ἐδύσατο Νυκτὸς ὀπωπήν·
  15. ὕπνου δʼ ἐγγὺς ἵκανε δολοπλόκος· οἶα δὲ μήτηρ
  16. κλεψινόοις ὀάροις ἀπατήλιον ἴαχε φωνήν·
  17. τέκνον ἐμόν, ἐμόν, τέο μέχρις ἐμὲ Κρονίδης ἀθερίζει;
  18. οὐχ ἅλις, ὡς Φαέθων με βιάζεται, ὅττι καὶ αὐτὸς
  19. ὄρθρος ἀκοντίζει με καὶ ἠριγένεια διώκει;
  20. Ζεὺς νόθον υἷα φύτευσεν, ὅπως ἐμὸν Ὕπνον ἐλέγξῃ.