Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. φρικτὸν ἀμειψαμένη μελέων ὀφιώδεα μορφήν,
  2. γλαυκὶ φυὴν ἰκέλη μένεν αὐτόθι, μέχρι νοήσῃ
  3. Ζῆνα μέγαν κνώσσοντα· τὰ γὰρ φάτο κοίρανος Ἥρη.
  4. αὐτὴ δὲ Χρεμέταο μετήιεν Ἕσπερον ὕδωρ
  5. Ἥρη μητιόωσα, γέρων βαρὺς ὁππόθι κάμνει
  6. οὐρανίῃ στροφάλιγγι Λίβυς κυρτούμενος Ἄτλας,
  7. καὶ Ζεφύρου δυσέρωτος ἐδίζετο σύγγαμον Ἶριν,
  8. Ζηνὸς ἐπειγομένοιο διάκτορον, ὄφρα τελέσσῃ
  9. ἠερόθεν σκιόεντι ποδήνεμον ἄγγελον Ὕπνῳ.
  10. τὴν δὲ καλεσσαμένη φιλίῳ μειλίξατο μύθῳ·
  11. Ἶρις, ἀεξιφύτου Ζεφύρου χρυσόπτερε νύμφη,
  12. εὔλοχε μῆτερ Ἔρωτος, ἀελλήεντι πεδίλῳ
  13. σπεῦδε μολεῖν ζοφόεντος ἐς Ἑσπέριον δόμον Ὕπνου·
  14. δίζεο καἰ περὶ Λῆμνον ἁλίκτυπον· εἰ δέ μιν εὕρῃς,
  15. λέξον, ἵνα Κρονίωνος ἀθελγέος ὄμματα θέλξῃ
  16. εἰς μίαν ἠριγένειαν, ὅπως Ἰνδοῖσιν ἀρήξω.
  17. ἀλλὰ δέμας μετάμειβε, μελανζώνου δὲ θεαίνης
  18. μορφὴν Νυκτὸς ἔχουσα δυσειδέα μητέρος Ὕπνου
  19. γίνεο κυανέη ψευδώνυμος, ὅττι καὶ αὐτὴ
  20. ἀντιτύποις μελέεσσιν, ὅτε χρέος ἐστὶν ἀνάγκης,