Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ζηλήμων ἐμέγηρε καὶ οὐρανίης πλέον Ἥρης.
  2. ἡ δὲ νόῳ κεχάρητο· δρακοντοκόμῳ δὲ θεαίνῃ
  3. σαρδόνιον γελόωσα κατηφέα ῥήξατο φωνήν·
  4. οὕτω ἀριστεύουσι νέοι βασιλῆες Ὀλύμπου,
  5. οὕτω ἀκοντίζουσι νόθοι Διός· ἐκ Σεμέλης δὲ
  6. Ζεὺς ἔνα παῖδα λόχευσεν, ἵνα ξύμπαντας ὀλέσσῃ
  7. Ἰνδοὺς μειλιχίους καὶ ἀμεμφέας· ἀλλὰ δαείη
  8. Ζεὺς ἄδικος καὶ Βάκχος, ὅσον σθένος ἐστὶ Μεγαίρης.
  9. ὦ πόποι, οἷον ἄθεσμον ἔχει νόον ὑψιμέδων Ζεύς·
  10. Τυρσηνοῖς ἀδίκοις οὐ μάρναται, ὅττι μαθόντες
  11. φώρια θεσμὰ βίαια κακοξείνων ἐπὶ νηῶν
  12. ἅρπαγες ἀλλοτρίων Σικελῇ πλώουσι θαλάσσῃ·
  13. οὐ κτάνε δυσσεβέων Δρυόπων γένος, οἷς βίος αἰχμαὶ
  14. καὶ φόνος· εὐσεβίῃ δὲ μεμηλότας ἔκτανεν Ἰνδούς,
  15. οὓς τάχα πασιμέλουσα Θέμις μαιώσατο μαζῷ.
  16. ὦ πόποι, οἷον ἄθεσμον ἔχει νόον· ἀθάνατον γὰρ
  17. θνητὸς ἀνὴρ ἔφλεξε τόσον καὶ τοῖον Ὑδάσπην,
  18. θνητὸς ἀνὴρ ἔφλεξε, τὸν οὐράνιος τέκετο Ζεύς.
  19. ὣς φαμένη πεπότητο διʼ αἰθέρος· ἡ δὲ σιωπῇ
  20. γείτονα Καυκασίης ὑπὸ φωλάδα πέζαν ἐρίπνης