Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἡ μὲν ἐπὶ χθονὶ πῖπτεν· ἀπειρεσίας δὲ διώκων
  2. μαινάδας εὐπέπλους κορυθαιόλος ἔκτανε Μορρεύς,
  3. Εὐρυπύλην Στερόπην τε Σόην τʼ ἤμησε μαχαίρῃ,
  4. καὶ Σταφύλην ἐδάιξεν, ἐρευθαλέην τε Γιγαρτὼ
  5. οὔτασε, καὶ ῥοδόεντος ὑπὲρ μαζοῖο τορήσας
  6. στέρνα Μελικταίνης φονίῳ πόρφυρε σιδήρῳ.
  7. καὶ φθονεροὶ Τελχῖνες ἐπεστρατόωντο κυδοιμῷ,
  8. ὃς μὲν ἔχων ἐλάτην περιμήκετον, ὃς δὲ κρανείου
  9. θάμνον ὅλον πρόρριζον, ὁ δὲ πρηῶνος ἀράξας
  10. ἄκρον ἀπηλοίησε, καὶ εἰς μόθον ἤιεν Ἰνδῶν
  11. λᾶαν ἀκοντιστῆρα μεμηνότι πήχεϊ σείων.
  12. Ἥρη δʼ ἀλλοπρόσαλλος ἐπιβρίθουσα Λυαίῳ
  13. δῶκε μένος καὶ θάρσος ἀγήνορι Δηριαδῆι,
  14. καί οἱ ἀριστεύοντι σελασφόρον ὤπασεν αἴγλην
  15. εἰς φόβον ἀντιβίοισι· κορυσσομένου δὲ φορῆος
  16. ἀσπίδος Ἰνδῴης ἀμαρύσσετο φοίνιος αἴγλη,
  17. καὶ κυνέης σελάγιζεν ὑπὲρ λόφον ἁλλομένη φλόξ.
  18. καὶ θρασὺς ἔτρεμε Βάκχος, ὅπως ἴδε Δηριαδῆος
  19. ὀμφαλὸν ἀστράπτοντα πυριβλήτοιο βοείης
  20. καὶ σέλας ἠερόφοιτον ἀναπτομένης τρυφαλείης·