Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τὸν μὲν ἰδὼν Διόνυσος ἐθάμβεεν, οὐδέ οἱ ἔτλη
  2. ἀντιάσαι, νοέων δὲ κορυσσομένης δόλον Ἥρης
  3. ποσσὶν ἀναινομένοισιν ἐχάζετο δηιοτῆτος.
  4. καὶ τότε θαρσήεντες ἐπὶ κλόνον ἤιον Ἰνδοί,
  5. ὑσμίνην Βρομίοιο λελοιπότος· εἰσορόων δὲ
  6. Δηριάδης ἐδάϊζεν ἐπασσυτέρων στίχα Βάκχων
  7. ἐγχείην ἑκάτερθε παλινδίνητον ἑλίσσων.
  8. ἀσχαλόων δʼ Ἰόβακχος ἀνήιεν εἰς ῥάχιν ὕλης,
  9. καὶ κλονέειν ἀνέμοισιν ἐπέτρεπεν ἐλπίδα χάρμης,
  10. μητρυιῆς τρομέων χόλον ἄγριον. ἦλθε δʼ Ἀθήνη
  11. οὐρανόθεν· πρὸ γὰρ ἧκε διάκτορον ὑψιμέδων Ζεύς,
  12. γνωτὸν ὅπως φεύγοντα, φόβῳ πεφοβημένον Ἥρης,
  13. εἰς ἐνοπὴν ἐρύσειε μεταστρέψαντα μενοινήν·
  14. στῆ δʼ ὄπιθεν ξανθῆς δὲ κόμης ἐδράξατο Βάκχου,
  15. μούνῳ φαινομένη βλοσυρὴ θεός· ἐκ δὲ προσώπου
  16. μαρμαρυγὴν πυρόεσσαν ἀνηκόντιζον ὀπωπαί·
  17. καὶ νοεροὺς σπινθῆρας ἐπιπνείουσα Λυαίῳ
  18. μεμφομένῃ κοτέουσα φιλοπτολέμῳ φάτο φωνῇ·
  19. πῇ φεύγεις, Διόνυσε; τί σοι φόβος ἀντὶ κυδοιμοῦ;
  20. πῇ σέθεν ἄλκιμα θύρσα καὶ ἀμπελόεντες ὀιστοί;