Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. μητρυιὴν βαρύμηνιν ἀτιμάζουσα Λυαίου.
  2. οὐδὲ χόλον δασπλῆτα καθαψαμένης φύγεν Ἥρης
  3. Λημνιὰς Ἀλκιμάχεια θεημάχος· ἀλλʼ ἐνὶ γαίῃ
  4. ὀθνείῃ κτερέιστο, μετὰ πτολέμους δὲ τοκῆα
  5. οὐκ ἴδεν Ἁρπαλίωνα τὸ δεύτερον, οὐκ ἴδε πάτρην,
  6. Λῆμνον Ἰησονίης νυμφήιον Ὑψιπυλείης·
  7. ἀλλὰ παρὰ ξείνοισι χυτῇ κεκάλυπτο κονίῃ,
  8. πότμον ἀμειβομένη τιμήορον. ἆ μέγα δειλή,
  9. ἤμβροτεν Ἁρπαλίωνος, ἐνοσφίσθη δὲ Λυαίου.
  10. οὐδὲ δαϊζομένης ζαμενὴς ἐκορέσσατο Μορρεὺς
  11. μαινάδος Ἀλκιμάχης θεοπαίγμονος· ἀλλὰ καὶ αὐτὴν
  12. Ἤλιδα ναιετάουσαν Ὀλύμπιον οὖδας ἀρούρης
  13. Ἀλφειοῦ παρὰ χεῦμα φιλοστεφάνου ποταμοῖο
  14. ἔκτανε Κωδώνην ἔτι παρθένον. ἵλατε, Μοῖραι,
  15. οὐ πλοκάμους ἐλέαιρε μαραινομένοιο καρήνου,
  16. οὐ ῥοδέην ἀκτῖνα κονιομένοιο προσώπου·
  17. οὐδὲ περὶ στέρνοισιν ἴσον τροχοειδέι μήλῳ
  18. μαζὸν ἰδὼν ἐλέαιρεν, ἀκαμπέα κέντορα μίτρης,
  19. οὐδὲ βαθυνομένοιο τομὴν ᾐδέσσατο μηροῦ,
  20. ἀλλὰ τόσον κτάνε κάλλος ἀώριον· οὐταμένη δὲ