Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. λυσίπονον δόλον ἄλλον ἀοσσητῆρα τοκῆος.
  2. ἤθελον ἆορ ἐκεῖνο μιαιφόνον, ὄφρα δαμείην
  3. πατροφόνῳ βαρύθυμος ὀλισθήσασα σιδήρῳ.
  4. οὗτος, ὃς ἡμετέρου κεφαλὴν ἔτμηξε τοκῆος,
  5. κτεῖνε καὶ Ἠερίην μετὰ Τέκταφον, ὄφρά τις εἴπῃ·
  6. καὶ γενέτην καὶ παῖδα μιῇ πρήνιξε μαχαίρῃ.
  7. Ἕννεπε δακρυχέουσα· πόνος δʼ ἠέξετο μείζων.
  8. καὶ διδύμαις στρατιῇσιν ἐπερρίπιζεν Ἐνυώ ---
  9. Ταιναρίδην δʼ ἔκτεινε Δασύλλιον ἄορι Μορρεύς,
  10. μή ποτε δυσμενέεσσιν ἀπορρίψαντα βοείην,
  11. ἀντιβίοις ἀτίνακτον Ἀμυκλαῖον πολιήτην,
  12. γναθμοῦ δεξιτεροῖο παρʼ ὀστέον ἔγχος ἐρείσας.
  13. ἔκτανε δʼ Ἀλκιμάχειαν ὀρίδρομον, εἰν ἑνὶ θεσμῷ
  14. ἠνορέην καὶ κάλλος ὑπέρτερον ἥλικος ἥβης,
  15. κούρην Ἁρπαλίωνος ἐρισταφύλοιο τοκῆος,
  16. ἣ πέλε τολμήεσσα καὶ εἰς δόμον ἤλυθεν Ἥρης
  17. κισσὸν ἀερτάζουσα, τὸν Ἀργολὶς ἔστυγε δαίμων,
  18. ὅσσον ἐρευθιόωσαν ἐθήμονα φίλατο ῥοιήν·
  19. καὶ βρέτας εὐποίητον ἐμάστιεν οἵνοπι θύρσῳ,
  20. χάλκεον ἀμπελόεντι δέμας πλήσσουσα κορύμβῳ,