Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τυπτόμεναι, μίμνουσιν ἀνούτατοι. εἰ θέμις εἰπεῖν,
  2. καὶ σύ, λιπών, σκηπτοῦχε, τεὴν χαλκήλατον αἰχμὴν
  3. οἴνοπα θύρσον ἄειρε μιαιφόνον, ὅττι σιδήρου
  4. δυσμενέες πολὺ μᾶλλον ἀριστεύουσι κορύμβοις.
  5. οὕ ποτε τοῖον ὄπωπα μόθου τύπον· οὐτιδανοὶ δὲ
  6. θύρσοι ἀκοντιστῆρες ἀρείονές εἰσιν ἀκόντων.
  7. δὸς καὶ ἐμοὶ κλονέειν χλοερὸν βέλος· ἡμέτεροι γὰρ
  8. ἀπτολέμου νάρθηκος ἐνικήθησαν ὀιστοί·
  9. δός μοι ξανθὰ πέδιλα φορήμεναι, ὅττι καὶ αὐταὶ
  10. ἀρραγέες κνημῖδες ὑπεκλίνοντο κοθόρνοις.
  11. τί πλέον, εἰ χάλκειον ἔχω σάκος, εὖτε γυναῖκες
  12. μᾶλλον ἀριστεύουσιν ἀτευχέες, ἐν δὲ κυδοιμοῖς
  13. κύμβαλα δινεύουσι, καὶ ὀκλάζουσι μαχηταί,
  14. καὶ στεφάνοις τρυφάλεια καὶ εἴκαθε νεβρίδι θώρηξ;
  15. πολλάκι δʼ ἀντικέλευθος ἀνουτήτου Διονύσου
  16. ὠισάμην ἄρρηκτον ἀνασχίσσαι κενεῶνα,
  17. πέμπων εὔσκοπα δοῦρα, καὶ ὡς ἔψαυε Λυαίου,
  18. ὀξυβελὴς ἄγναμπτος ἐκάμπτετο χαλκὸς ἀκόντων.
  19. ὣς φαμένου μείδησεν ἄναξ θρασύς, ἀμφὶ δὲ γαμβρῷ
  20. ὄμματα λοξὰ τίταινε χόλου κήρυκι σιωπῇ·