Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καί οἱ ἀπειλήτειραν ἀπερροίβδησεν ἰωήν·
  2. τί τρομέεις Διόνυσον ἀτευχέα, νήπιε Μορρεῦ;
  3. ἡδὺς ὁ δειμαίνων Σατύρων παίζουσαν Ἐνυώ.
  4. ὣς φάμενος θάρσυνεν ἀταρβέι γαμβρὸν ἀπειλῇ.
  5. καὶ Βρομίου προμάχοισι πέλωρ ἐκορύσσετο Μορρεύς·
  6. οὔτασε δʼ Εὐρυμέδοντα, μέσον βουβῶνα χαράξας
  7. ἔγχεϊ φοινήεντι· διαΐσσουσα δὲ μηροῦ
  8. πιαλέην τάμε σάρκα λιπόχροα θυιὰς ἀκωκή·
  9. γούνατι δʼ ὀκλάζοντι χαμαὶ πέσε. Χαλκοχίτων δὲ
  10. Ἄλκων οὐκ ἀμέλησε κασιγνήτοιο πεσόντος,
  11. ἀλλὰ βιαζομένῳ πρόμος ἤλυθεν ἔγχος ἀείρων
  12. καὶ σάκος εὐδίνητον· ὅλον δʼ ἐκάλυπτε μαχητήν,
  13. ἀσπίδι πυργώσας δέμας ἀνέρος, ἀντιβίοις δὲ
  14. σείων ἔνθα καὶ ἔνθα παλινδίνητον ἀκωκὴν
  15. γνωτῷ γνωτὸς ἄμυνε· καὶ οὐταμένῳ περιβαίνων,
  16. οἷα περὶ σκύμνοισι λέων, βρυχήσατο λαιμῷ,
  17. χείλεϊ λυσσήεντι χέων Κορυβαντίδα φωνήν.
  18. καί μιν ὀπιπεύων κυκλούμενον ἴδμονι ταρσῷ
  19. γνωτοῦ κεκλιμένοιο προασπιστῆρα Καβείρου
  20. ἰσοφυὴς Τυφῶνι πέλωρ βακχεύετο Μορρεύς,