Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἐν δὲ τριηκοστῷ μετὰ νέρτερον οἶκον ἀνάγκης Τέκταφον Εὐρυμέδων δεδαϊγμένον Ἄιδι πέμπει.
  2. ὣς ὁ μὲν ἑπτάζωνον ἐς οὐρανὸν ἔδραμεν Ἄρης
  3. ζηλήμων, βαρύμηνις. ἐς ὑσμίνην δὲ χορεύων
  4. θαρσήεις Διόνυσος ἐπέχραεν αἴθοπι λαῷ,
  5. πῇ μὲν ἐνὶ πρώτοισι θορὼν ἐνοσίχθονι παλμῷ,
  6. πῇ δὲ μέσος προμάχοισιν· ἀκοντιστῆρι δὲ θύρσῳ
  7. κυανέης ἤμησε θαλύσια δηιοτῆτος,
  8. δυσμενέος δὲ φάλαγγος ἐμαίνετο φῦλα δαΐζων·
  9. καὶ Σατύρους θάρσυνεν ἐς Ἄρεα Δηριαδῆος,
  10. ὡς ἴδε Βάκχος Ἄρηα λελοιπότα φύλοπιν Ἰνδῶν·
  11. ἄλλῳ δʼ ἄλλος ἔριζε. κορυμβοφόρου δὲ κυδοιμοῦ
  12. δεξιτερὸν στόμα λάβρον ἐπιτρέψας Διονύσῳ
  13. λαιὸν Ἀρισταῖος κέρας ἔτρεχε δηιοτῆτος.
  14. καὶ Βρομίου θεράποντος ὀπιπεύων ἔτι Μορρεὺς
  15. μαρναμένους πετάλοισι καὶ ἀνθεμόεντι βελέμνῳ
  16. ἄφρονι Δηριάδῃ πολυθαμβέα ῥήξατο φωνήν·
  17. Δηριάδη, τί τὸ θάμβος; ἐμοὶ πίπτουσι μαχηταί,
  18. βαλλόμενοι θύρσοισι καὶ οὐτιδανοῖσι πετήλοις,
  19. ὁπλοφόρους δʼ ὀλέκουσιν ἀνάσπιδες· ἀκλινέες δὲ
  20. Βασσαρίδες, πελέκεσσι καὶ ἀμφιπλῆγι μαχαίρῃ