Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τοῖον ἔπος μόγις εἶπε, καὶ οὐκέτι πείθετο φωνή.
  2. καὶ γενέτην ὁρόωσα νεούτατον ὑψόθι πύργου
  3. οἰκτρὴ ποικιλόδακρυς ἀνέβλυε πενθάδα φωνὴν
  4. ἠερίη· σκολιὴν δὲ κόμην ᾔσχυνε κονίῃ,
  5. στήθεα γυμνώσασα δαϊζομένοιο χιτῶνος,
  6. καὶ κεφαλὴν ἤρασσεν· ἀνηκέστῳ δὲ τοκῆι,
  7. οἷά περ εἰσαΐοντι, τόσην ἐφθέγξατο φωνήν·
  8. υἱὲ πάτερ βαρύποτμε γαλακτοφόρου σέο κούρης,
  9. σήμερον ἀπνεύστοις ἐπὶ χείλεσι σεῖο θανόντος
  10. ποῖον ἔχω γλάγος ἄλλο φερέσβιον, ᾧ ἔπι δειλὴ
  11. ψυχὴν ὑμετέρην παλινάγρετον εἰς σὲ κομίσσω;
  12. ποῖον ἐγὼ πάλιν ἄλλον ἀρηγόνα μαζὸν ὀρέξω;
  13. αἴθε καὶ Ἀιδονῆα δυνήσομαι ἠπεροπεύειν.
  14. σοί, πάτερ, ἓν γέρας ἄλλο φυλάσσεται· οὐ γὰρ ἐάσω
  15. μοῦνον ἐνὶ φθιμένοις σε· σὺ δὲ κταμένης σέο κούρης
  16. δέξο καὶ αὐχένος αἷμα μετὰ προτέρου γάλα μαζοῦ.
  17. ἔλθετε, Δηριάδαο φυλάκτορες, ἀντὶ δὲ κείνου
  18. δείξατέ μοι μυχὸν ἄλλον ἔσω χθονός, ἧχι μολοῦσα
  19. νεκρὸν ἐμὸν γενετῆρα πάλιν ζώοντα τελέσσω·
  20. οὐκ Ἀίδης φυλάκεσσιν ὁμοίιος, ὄφρα τελέσσω