Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Σιδόνιοι πλωτῆρες ἐυκροκάλων ἀπὸ λέκτρων
  2. ἀκταίης μεθέηκαν ἁλίκτυπα νῶτα χαμεύνης.
  3. καὶ πόλιν ἰχνεύων ἐπλάζετο Κάδμος ὁδίτης
  4. νῆα λιπὼν ἑτάροισιν ἀπόσσυτος· ἐρχομένῳ δὲ
  5. εἰς δόμον Ἁρμονίης θαλαμηπόλος ἤντετο Πειθὼ
  6. θνητῆς εἶδος ἔχουσα, καὶ ἀχθοφόρου διὰ κόλπου,
  7. οἷα γυνὴ ταλαεργός, ἀφυσσαμένη πόμα πηγῆς
  8. ἀργυρέην εὔκυκλον ἐκούφισε κάλπιν ἀγοστῷ,
  9. ἄγγελος ἐσσομένων, ὅτι νυμφίον ἠθάδι θεσμῷ
  10. ζωογόνοις πρὸ γάμοιο καθικμαίνουσι λοετροῖς.
  11. καὶ σχεδὸν ἄστεος ἦεν, ὅθι γλαφυροῖς ἐνὶ βόθροις
  12. συμπλεκέων ῥυπόωσαν ἐπασσυτέρων στίχα πέπλων
  13. ποσσὶ πολυσκάρθμοισιν ἐπιστείβουσι γυναῖκες,
  14. ποσσὶν ὁμοζήλοισι. καὶ ἀκροτάτων ἀπὸ ταρσῶν
  15. κυανέῃ νεφέλῃ κεκαλυμμένον ἄχρι καρήνου
  16. Κάδμον ἀσημάντοιο διʼ ἄστεος ἤγαγε Πειθὼ
  17. ξεινοδόκου βασιλῆος ἐρευνητῆρα μελάθρου,
  18. πομπὸς ὁδοῦ Παφίης ὑπὸ νεύμασιν· ἔνθά τις ὄρνις,
  19. ἑζομένη γλαυκωπὸν ὑπὸ σκέπας ἁβρὸν ἐλαίης,
  20. ὀμφαίη στόμα λάβρον ἀναπτύξασα κορώνη