Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἠιθέῳ νεμέσιζεν, ἐς Ἁρμονίην ὅτι νύμφην
  2. ἤιε φειδομένῳ γαμίῳ ποδὶ νωθρὸς ὁδίτης,
  3. καὶ πτερὰ σεισαμένη φιλοκέρτομον ἴαχε φωνήν·
  4. Νήπιος ἔπλετο Κάδμος, ἢ ἔπλετο νῆις Ἐρώτων·
  5. νυμφίον οὐ βραδὺν οἶδεν Ἔρως ταχύς· ἵλαθι, Πειθώ,
  6. δηθύνει σέο Κάδμος ἐπειγομένης Ἀφροδίτης.
  7. θερμὸς Ἔρως καλέει σε· τί, νυμφίε, νωθρὸς ὁδεύεις;
  8. ἡδύς, ὃς ἱμερόεντος Ἀδώνιδος ἔπλεο γείτων,
  9. ἡδὺς ὁ Βυβλιάδεσσιν ὁμώλακα πατρίδα ναίων.
  10. ἤλιτον, οὐ ῥόον εἶδες Ἀδώνιδος, οὐ χθόνα Βύβλου
  11. ἔδρακες, ἧχι πέλει Χαρίτων δόμος, ἧχι χορεύει
  12. Ἀσσυρίη Κυθέρεια καὶ οὐ φυγόδεμνος Ἀθήνη.
  13. τερπομένην δὲ γάμοισι τιθηνήτειραν Ἐρώτων
  14. πειθὼ πομπὸν ἔχεις, οὐκ Ἄρτεμιν· ἴσχεο μόχθων,
  15. Ἁρμονίης ἀπόναιο καὶ Εὐρώπην λίπε ταύρῳ·
  16. σπεῦδε, καὶ Ἠλέκτρη σε δεδέξεται, ἧς ἀπὸ χειρῶν
  17. ναὶ δὴ καὶ γαμίων ἐμβάλλεο φόρτον Ἐρώτων
  18. ἐμπορίην φιλότητος ἐπιτρέψας Ἀφροδίτῃ,
  19. Κυπριδίην δὲ θύγατρα φυλασσομένην σέο παστῷ
  20. ἄλλην δέχνυσο Κύπριν· ἐπαινήσεις δὲ κορώνην,