Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἄπλοα σιγαλέης ἐτανύσσετο νῶτα γαλήνης.
  2. ἤδη δʼ ἔκλαγεν ὄρνις ἑώιος ἠέρα τέμνων,
  3. καὶ στίχες εὐπήληκες ἐρημονόμων Κορυβάντων
  4. Κνώσσιον ἐκρούσαντο σακεσπάλον ἅλμα χορείης
  5. ἴχνεσι μετρητοῖσιν· ἐρισμαράγου δὲ βοείης
  6. τυπτομένης ἑλικηδὸν ἁμιλλητῆρι σιδήρῳ
  7. δίκτυπος αὐλὸς ἔμελπε, καὶ ὀρχηστῆρας ἐπείγων
  8. σύνθροον ἐσμαράγησε μέλος βητάρμονι παλμῷ.
  9. καὶ δρύες ἐψιθύριζον, ἐμυκήσαντο δὲ πέτραι,
  10. καὶ νοερῷ σείοντο τινάγματι θυιάδες ὗλαι,
  11. καὶ Δρυάδες κελάδησαν· ἐπεσσεύοντο δὲ πυκναὶ
  12. εἰς χορὸν ἀντιπόρῳ σκιρτήματι κυκλάδες ἄρκτοι,
  13. βρυχηθμῷ δὲ λέοντες ὁμοζήλων ἀπὸ λαιμῶν
  14. μυστιπόλων ἀλαλαγμὸν ἐμιμήσαντο Καβείρων
  15. ἔμφρονα λύσσαν ἔχοντα· φιλοσκύλακος δὲ θεαίνης
  16. μελπομένης Ἑκάτης θιασώδεες ἔβρεμον αὐλοὶ
  17. ἄζυγες, οὓς Κρονίη κεραοξόος εὕρατο τέχνη.
  18. καὶ πατάγῳ κελάδοντι φιλοσμαράγων Κορυβάντων
  19. πρώιος ἔγρετο Κάδμος, ὁμοπλεκέες δὲ καὶ αὐτοὶ
  20. ὀρθρινῆς ἀίοντες ἀσιγήτοιο βοείης