Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πήχεϊ κεκλιμένην ἐπιμάζιον ἤγαγε κούρην
  2. εἰς δόμον Ἠλέκτρης μαιήιον, ἧς τόκον Ὧραι
  3. ὑγρὸν ἐμαιώσαντο λεχωίδες, ἧς ἔτι πυκνοὶ
  4. ἀργεννὴν σφριγόωντες ἀνέβλυον ἰκμάδα μαζοί·
  5. δεξαμένη δὲ θύγατρα νόθην ἰσόζυγι θεσμῷ
  6. σύγχρονον Ἠμαθίωνος ἑνὶ ξυνώσατο μαζῷ
  7. κούρην ἀρτιλόχευτον, ὁμοστόργῳ δὲ μενοινῇ
  8. διχθαδίην θρεπτῆρι γονὴν κούφιζεν ἀγοστῷ.
  9. ὡς δέ τις ἀγροτέρη διδυμητόκος ἔνδοθι λόχμης
  10. λαχνήεσσα λέαινα γαλαξαίῃσιν ἐέρσαις
  11. σκύμνοις ἀμφοτέροις διδυμάονας ἥρμοσε μαζοὺς
  12. καὶ διδύμοις τεκέεσσι μεριζομένην πόρε θηλήν,
  13. καὶ χρόα λιχμάζουσα καὶ ἄτριχον εἰσέτι δειρὴν
  14. ἰσοτύποις κομιδῇσιν ἀνέτρεφεν ἥλικα φύτλην·
  15. ὣς τότε παιδοκόμῳ φιλίῃ μαιώσατο θηλῇ
  16. ἀρτιγόνων μεθέπουσα συνωρίδα δίζυγα τέκνων·
  17. πολλάκι νήπιον υἷα συνέμπορον ἥλικι κούρῃ
  18. πίονος ἔνθα καὶ ἔνθα μετάτροπον ἰκμάδι μαζοῦ
  19. πεπταμένης πήχυνε φιλήτορι χειρὸς ἀγοστῷ·
  20. γούνασι δʼ ἄρσενα παῖδα συνίδρυε θήλεϊ κούρῃ,