Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἰ γένος ἐρρίζωσε τεὸν πρωτόσπορος Ἰώ,
  2. εἰ λάχες ἐκ Λιβύης Ποσιδήιον αἷμα γενέθλης·
  3. μίμνε παρʼ ὀθνείοις, ἅτε Δάρδανος, οἰκία ναίων,
  4. ναιετάων ξένον ἄστυ, πατὴρ τεὸς ὥς περ Ἀγήνωρ,
  5. ὡς Δαναὸς γενετῆρος ἀδελφεός· ὅττι καὶ αὐτὸς
  6. ἄλλος ἀνὴρ φερέοικος ἔχων γένος ἔνθεον Ἰοῦς,
  7. αἰθέριον βλάστημα Διιπετές, οὔνομα Βύζας,
  8. αὐτογόνου Νείλοιο πιὼν ἑπτάστομον ὕδωρ
  9. γείτονα γαῖαν ἔνειμεν, ὅπῃ παρὰ Βόσπορον ἀκτὴν
  10. Ἰναχίῃ δαμάλῃ πεπερημένον ἕλκεται ὕδωρ,
  11. πᾶσι περικτιόνεσσι τιθεὶς φάος, ὁππότε κείνου
  12. ἀκλινέος δόχμωσε μεμηνότος αὐχένα ταύρου.
  13. εἶπεν Ἀγηνορίδαο κατευνάζουσα μερίμνας.
  14. Ζεὺς δὲ πατὴρ προέηκε τανύπτερον υἱέα Μαίης
  15. εἰς δόμον Ἠλέκτρης ταχὺν ἄγγελον, ὄφρά κε Κάδμῳ
  16. Ἁρμονίην ὀπάσειεν ἐς ἁρμονίην ὑμεναίων,
  17. παρθένον οὐρανόθεν μετανάστιον, ἣν Ἀφροδίτης
  18. λαθριδίῃ φιλότητι γαμοκλόπος ἤροσεν Ἄρης·
  19. καὶ βρέφος αἰδομένη κρυφίης αὐτάγγελον εὐνῆς
  20. μήτηρ οὐκ ἀτίταλλεν, ἀπʼ αἰθερίοιο δέ κόλπου