Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- μηρὸν ἐφαπλώσασα κεχηνότα γείτονι μηρῷ,
- κόλπον ἀνευρύνουσα βαθυνομένοιο χιτῶνος·
- καὶ τεκέων κλάζουσα μέλος θελκτήριον ὕπνου
- ἀμφοτέρους εὕδοντας ἐκοίμισε μαιάδι τέχνῃ,
- πῆχυν ὑποστορέσασα συνήορον αὐχένι παίδων,
- καί σφισι λέκτρον ἔθηκεν ἐὸν γόνυ, διχθαδίῳ δὲ
- φάρεος ἄκρον ἕλισσε διαιθύσσουσα προσώπῳ,
- τέκνα καταψύχουσα, καὶ ἔσβεσε καύματος ὁρμὴν
- ἀντίτυπον φύσημα χέων ποιητὸς ἀήτης.
- ὄφρα μὲν ἕζετο Κάδμος ἐχέφρονος ἐγγὺς ἀνάσσης,
- τόφρα λαθὼν πυλαωρὸν ἑῷ ληίστορι ταρσῷ
- ἀπροϊδὴς ἀκίχητος ἐς οἰκίον ἤιεν Ἑρμῆς
- εἴκελος ἠιθέῳ· ῥοδέῳ δέ οἱ ἀμφὶ προσώπῳ
- ἀσκεπέος κεχάλαστο παρήορος ὁλκὸς ἐθείρης
- ἀμφιλαφής, στέψας δὲ νεότριχος ἄκρα παρειῆς
- λεπτὸς ἀεξομένων ἐρυθαίνετο κύλος ἰούλων
- ἀρτιφυὴς ἑκάτερθε περίδρομος· οἷα δὲ κῆρυξ
- ἠθάδα ῥάβδον ἄειρεν· ἀθηήτῳ δὲ προσώπῳ
- ἐκ κεφαλῆς νεφέεσσι κεκασμένος εἰς πόδας ἄκρους
- πιαλέης ἐκίχησε πεπαυμένα δεῖπνα τραπέζης·