Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. παιδοκόμῳ πήχυνα γεγηθότα κοῦρον ἀγοστῷ·
  2. οὐ σχεδὸν Ἀλκυόνης ὁρόω δόμον, οὐδὲ καὶ αὐτῆς
  3. φθεγγομένης Μερόπης φρενοτερπέα μῦθον ἀκούω.
  4. πρὸς δʼ ἔτι καὶ τόδε μᾶλλον ὀδύρομαι· ἀρτιθαλὴς γὰρ
  5. υἱὸς ἐμὸς λιπόπατρις, ὅτε χνόον ἔσχεν ἰούλων,
  6. Δάρδανος Ἰδαίης μετανάσσατο κόλπον ἀρούρης,
  7. καὶ φρυγίῳ Σιμόεντι θαλύσια δῶκε κομάων
  8. Θυμβραίου ποταμοῖο πιὼν ἀλλότριον ὕδωρ·
  9. καὶ Λιβύης παρὰ τέρμα πατὴρ ἐμὸς εἰσέτι κάμνει
  10. ὤμοις θλιβομένοισι, γέρων κυρτούμενος Ἄτλας,
  11. αἰθέρος ἐπτάμωνον ἀερτάζων κενεῶνα.
  12. ἔμπης τόσσα παθοῦσα παρήγορον ἐλπίδα βόσκω
  13. Ζηνὸς ὑποσχεσίῃσιν, ὅτι γνωτῇσι σὺν ἄλλαις
  14. ἐκ χθονὸς Ἀτλάντειον ἐλεύσομαι εἰς πόλον ἄστρων
  15. οὐρανὸν οἶκον ἔχουσα, καὶ ἔσσομαι ἕβδομος ἀστήρ.
  16. καὶ σὺ τεὰς πρήυνε μεληδόνας· ἀπροϊδὴς δὲ
  17. εἰς σὲ βιοπλάγκτοιο τύχης στροφάλιγγα κυλίνδων
  18. φρικτὸς ἀκινήτοιο μίτος σφρηγίσσατο Μοίρης·
  19. τλῆθι φέρειν λιπόπατρις ἀκαμπέα δεσμὸν ἀνάγκης,
  20. ἐσσομένων προκέλευθον ὑπέρτερον ἐλπίδα βόσκων,