Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τοῖα μὲν εὐσύριγγος ἔσω μυθεῖτο μελάθρου
  2. Κάδμος ἐυγλώσσοιο χέων ἔπος ἀνθερεῶνος,
  3. πατρῴης ἐνέπων τεκνοσσόον οἶστρον ἀπειλῆς
  4. καὶ Τυρίων ῥοθίων ψευδήμονα ταῦρον ὁδίτην,
  5. Σιδονίης ἀκίχητον ἀπευθέος ἅρπαγα νύμφης.
  6. Ἠλέκτρη δʼ ἀίουσα παρήγορον ἴαχε φωνήν·
  7. Ξεῖνε, κασιγνήτην καὶ πατρίδα καὶ γενετῆρα
  8. Ληθαίῃ στροφάλιγγι καὶ ἀμνήστῳ πόρε σιγῇ·
  9. οὕτω γὰρ μερόπων φέρεται βίος ἄλλον ἐπʼ ἄλλῳ
  10. μόχθον ἔχων, ὅτι πάντες, ὅσους βροτέη τέκε γαστήρ,
  11. Μοιριδίου κλωστῆρος ἐδουλώθησαν ἀνάγκῃ·
  12. μάρτυς ἐγώ, βασίλεια καὶ εἰ πέλον, εἴ ποτε κείνων
  13. πληιάδων γενόμην καὶ ἐγὼ μία, τῶν ποτε μήτηρ
  14. θηλυτέρας ὠδῖνας ἔσω μαιώσατο κόλπου,
  15. ἑπτάκις Εἰλείθυιαν ἐῇ καλέσασα λοχείῃ
  16. κέντρον ἐλαφρίζουσαν ἀμοιβαίου τοκετοῖο
  17. μάρτυς ἐγώ· πατέρων γὰρ ἀπόπροθι δώματα ναίω,
  18. οὐ Στεροπήν, οὐ Μαῖαν ὁμόστολον, οὐδὲ Κελαινὼ
  19. σύγγονον ἐγγὺς ἔχουσα συνέστιον· οὐδʼ ἐνὶ κόλπῳ
  20. γνωτῆς Τηϋγέτης Λακεδαίμονα δίξυγι παλμῷ