Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. θηλυτόκοις ἔσπειρε γοναῖς εὐπάρθενον ἀνὴρ
  2. Ἴναχος, Ἰναχίης ὀνομάκλυτος ἀστὸς ἀρούρης,
  3. νηοπόλος, καὶ φρικτὰ πολισσούχοιο θεαίνης
  4. ὄργια βυσσοδόμευε θεηγόρα μύστιδι τέχνῃ
  5. πρεσβυγενής· καὶ Ζῆνα, θεῶν πρόμον, ὄρχαμον ἄστρων,
  6. γαμβρὸν ἔχειν ἀπέειπε, σέβας πεφυλαγμένος Ἥρης,---
  7. ταυροφυὴς ὅτε πόρτις ἀμειβομένοιο προσώπου
  8. εἰς ἀγέλην ἄγραυλον ἐλαύνετο σύννομος Ἰώ,
  9. καὶ δαμάλης ἄγρυπνον ἐθήκατο βουκόλον Ἥρη
  10. ποικίλον, ἀπλανέεσσι κεκασμένον Ἄργον ὀπωπαῖς,
  11. Ζηνὸς ὀπιπευτῆρα βοοκραίρων ὑμεναίων,
  12. Ζηνὸς ἀθηήτοιο, καὶ εἰς νομὸν ἤιε κούρη
  13. ὀφθαλμοὺς τρομέουσα πολυγλήνοιο νομῆος·
  14. γυιοβόρῳ δὲ μύωπι χαρασσομένη δέμας Ἰὼ
  15. Ἰονίης ἁλὸς οἶδμα κατέγραφε φοιτάδι χηλῇ·
  16. ἦλθε καὶ εἰς Αἴγυπτον, ἐμὸν ῥόου,—ὃν πολιῆται
  17. Νεῖλον ἐφημίξαντο φερώνυμον, οὕνεκα γαίῃ
  18. εἰς ἔτος ἐξ ἔτεος πεφορημένος ὑγρὸς ἀκοίτης
  19. χεύματι πηλώεντι νέην περιβάλλεται ἰλύν,—
  20. ἤλυθεν εἰς Αἴγυπτον, ὅπῃ βοέην μετὰ μορφὴν