Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. δαιμονίης ἴνδαλμα μεταλλάξασα κεραίης
  2. ἔσκε θεὰ φερέκαρπος· ἀναπτομένοιο δὲ καρποῦ
  3. Αἰγυπτίης Δήμητρος, ἐμῆς κεραελκέος Ἰοῦς,
  4. εὐόδμοις ὁμόφοιτος ἐλίσσεται ἀτμὸς ἀήταις.
  5. ἔνθʼ Ἔπαφον Διὶ τίκτεν, ἀκηρασίων ὅτι κόλπων
  6. Ἰναχίης δαμάλης ἐπαφήσατο θεῖος ἀκοίτης
  7. χερσὶν ἐρωμανέεσσι· θεηγενέος δὲ τοκῆος
  8. ἐξ Ἐπάφου Λιβύη· Λιβύης δʼ ἐπὶ παστὸν ὁδεύων
  9. Μέμφιδος ἄχρις ἵκανε Ποσειδάων μετανάστης,
  10. παρθένον ἰχνεύων Ἐπαφηίδα, καὶ τότε κούρη
  11. δεξαμένη ναετῆρα βυθοῦ χερσαῖον ὁδίτην
  12. Ζῆνα Λίβυν τέκε Βῆλον, ἐμῆς ἀροτῆρα γενέθλης.
  13. καὶ Διὸς Ἀσβύσταο νέην ἀντίρροπον ὀμφὴν
  14. Χαονίῃ βοόωσι πελειάδι διψάδες ἄμμοι
  15. μαντιπόλοι· πέμπτῳ δὲ πατήρ ἰσόμετρον ἀριθμῷ
  16. Βῆλος ἐπασσυτέρην γενεὴν σπερμήνατο παίδων,
  17. Φινέα καὶ Φοίνικα λιπόπτολιν, οἷς ἅμα θάλλων
  18. ἀστὸς ἀμοιβαίων πολίων περίφοιτος Ἀγήνωρ
  19. ἀσταθέος βιότοιο, πατὴρ ἐμός, εἶχε πορείην
  20. εἰς Θήβην μετὰ Μέμφιν, ἐς Ἀσσυρίην μετὰ Θήβην,