Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. κύμβαλα βομβήεντα συνέκτυπε δίζυγι χαλκῷ
  2. συμφερτοῖς δονάκεσσιν· ὑπὸ πλήκτρῳ δὲ καὶ αὐτὴ
  3. ὄρθιος ἑπτατόνοιο λύρης ἐλελίζετο χορδή.
  4. ἀλλʼ ὅτε δὴ μετά δαῖτα κορέσσατο Βίστονος αὐλοῦ,
  5. εἰρομένῃ πελάσας φιλοπευθέι θῶκον ἀνάσσῃ
  6. Κάδμος ἁλιπλάγκτοιο μεληδόνος οἶστρον ἐάσας,
  7. φαιδρὸν ἑὸν γένος εἶπε, καὶ ἀενάων στίχα μύθων
  8. οἰγομένου κρουνηδὸν ἀνήρυγεν ἀνθερεῶνος·
  9. Νύμφα φίλη, τί με τόσσον ἀνείρεαι αἷμα γενέθλης;
  10. ὠκυμόρων μερόπων γενεὴν φύλλοισιν ἐίσκω·
  11. φύλλα τὰ μὲν κατέχευαν ἐπὶ χθονὶ θυιάδες αὖραι
  12. ὥρης ἱσταμένης φθινοπωρίδος, ἄλλα δὲ καιρῷ
  13. εἰαρινῷ κομέουσι τεθηλότα δενδράδες ὗλαι·
  14. ὣς βροτέη γενεὴ μινυώριος ἡ μὲν ὀλέθρῳ
  15. δάμναται ἱππεύσασα βίου δρόμον, ἡ δʼ ἔτι θάλλει,
  16. ἄλλῃ ὅπως εἴξειεν· ἐπεὶ παλινάγρετος ἕρπων
  17. εἰς νέον ἐκ πολιοῖο ῥέει μορφούμενος αἰών.
  18. ἀλλʼ ἐρέω περίπυστον ἐμὴν εὔπαιδα γενέθλην·
  19. ἔστι πόλις, κλυτὸν Ἄργος, ἐδέθλιον ἵππιον Ἥρης,
  20. νήσου Τανταλίδαο μεσόμφαλος· ἔνθα δὲ κούρην