Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τοῦ τότε Σιθονίης χιονώδεος ἀρχὸς ἀρούρης
  2. σύγγονος Ἠμαθίων ἀγορὴν βαρύδουπον ἐάσας
  3. θάμβεεν ἀνέρος εἶδος, ἐπεί νύ οἱ ἔμφυτος ἥβη
  4. ἠνορέην καὶ κάλλος ἐμίγνυε σύζυγι μορφῇ,
  5. θάμβεε τηλίκον εἶδος· ἀριφραδέων γὰρ ἀνάκτων
  6. αὐτόματοι κήρυκες ἀναυδέες εἰσὶν ὀπωπαί.
  7. καί μιν ἑλὼν ξείνισσε, σὺν Ἠλέκτρῃ δὲ καμούσῃ [*](LM θανούσῃ, Ludwich καμούσῃ comparing iv. 225. There are many conjectures.)
  8. αἰόλα πιαλέης ἐπεκόσμεε δεῖπνα τραπέζης,
  9. ξεῖνον ὑποσσαίνων φιλίῳ καὶ ἀμεμφέι μύθῳ,
  10. πολλὰ τιθείς. ὁ δὲ κυφὸν ἐπʼ οὔδεος αὐχένα κάμψας
  11. ἀμφιπόλων ἀπάνευθεν ἀθελγέας εἷλκεν ὀπωπάς,
  12. καὶ μόλις εἰλαπίναζε· φιλοξείνοιο δὲ νύμφης
  13. ἑζομένης ἀντωπὸς ὑποκλέπτοντι προσώπῳ
  14. αἰδομένην ἐτίταινε σαόφρονα χεῖρα τραπέζῃ.
  15. τοῖσι δὲ δαινυμένοισιν ἐπήτριμος ἄλλος ἐπʼ ἄλλῳ
  16. ἔμπνοος ἐσμαράγησε δόναξ Κορυβαντίδος Ἴδης·
  17. ἐκ δὲ πολυτρήτοιο πόρου σκιρτήματι χειρῶν
  18. σύνθροον ἐκρούσαντο μέλος μυκήτορος αὐλοῦ
  19. δάκτυλοι ὀρχηστῆρες ἐπιθλίβοντες ἀοιδήν·
  20. καὶ τροχαλοῖς κροτέοντα τινάγμασι σύνθροον ἠχὼ