Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ βρέφος ἐθρέψαντο, καὶ ἀτρέπτῳ Διὸς ὀμφῇ
  2. κοῦρος ἀνασταχύων παλιναυξέος ἄνθεμον ἥβης
  3. Ἠλέκτρης λίπεν οἶκον, ὅτε τριτάτου χύσις ὄμβρου
  4. κύμασι πυργωθεῖσα κατέκλυσεν ἕδρανα κόσμου.
  5. πρώτου γὰρ κελάδοντος ἐπειρήθη νιφετοῖο
  6. Ὤγυγος ἠλιβάτοιο διʼ ὕδατος αἰθέρα τέμνων,
  7. χθὼν ὅτε κεύθετο πᾶσα κατάρρυτος, ἄκρα δὲ πέτρης
  8. Θεσσαλίδος κεκάλυπτο, καὶ ὑψόθι Πυθιὰς ἄκρη
  9. ἀγχινεφὴς νιφόεντι ῥόῳ κυμαίνετο πέτρη.
  10. δεύτερος ὄμβρος ἔην, ὅτε κυκλάδος ἄντυγα γαίης
  11. χεύματι λυσσήεντι κατέκρυφε δύσνιφον ὕδωρ,
  12. Δευκαλίων ὅτε μοῦνος ὁμόστολος ἥλικι Πύρρῃ
  13. ὀλλυμένων μερόπων ἐνὶ λάρνακι κοιλάδι τέμνων
  14. χεῦμα παλινδίνητον ἀτεκμάρτου νιφετοῖο
  15. ἠέρος ὑδατόεντος ἕλιξ πορθμεύετο ναύτης.
  16. καὶ τρίτατος Διὸς ὄμβρος ὅτε χθονὸς ἔκλυσεν ἕδρην
  17. καὶ σκοπέλους ἔκρυψεν, Ἀθωιάδος δὲ καὶ αὐτῆς
  18. ἄβροχα Σιθονίης ἐκαλύπτετο νῶτα κολώνης,
  19. ὑψιπόρου τότε χεῦμα διασχίζων νιφετοῖο
  20. Δάρδανος ἀρχαίης ἐπεβήσατο γείτονος Ἴδης.