Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὄφρα μὲν εἰσέτι Κάδμος ἐυστρέπτοιο προσώπου
  2. ὄμματα δινεύων διεμέτρεε κῆπον ἀνάκτων
  3. καὶ γλυφίδας καὶ κάλλος ὅλον γραπτοῖο μελάθρου,
  4. λαϊνέων ὁρόων ἀμαρύγματα φαιδρὰ μετάλλων,
  5. τόφρα δὲ καλλείψας ἀγορὴν καὶ νείκεα λαῶν,
  6. φαιδρὸς ἀερσιλόφοιο περὶ ῥάχιν ἥμενος ἵππου,
  7. Ἠμαθίων Θρήισσαν ἔχων Σάμον, Ἄρεος ἕδρην,
  8. μητέρος Ἠλέκτρης Βασιλήιον εἰς δόμον ἔστη,
  9. ὃς τότε μοῦνος ἄνασσε κασιγνήτοιο νομεύων
  10. ἡνία κοιρανίης, ὅτι πάτριον οὖδας ἐάσας
  11. Δάρδανος ἀντικέλευθον ἐνάσσατο πέζαν ἀρούρης,
  12. Δαρδανίην εὔπυργον ἐπώνυμον ἄστυ χαράξας,
  13. Ἰδαίην ἀροτῆρι διαγράψας κόνιν ὁλκῷ·
  14. καὶ ῥόον Ἑπταπόροιο πιὼν καὶ χεύματα Ῥήσου
  15. γνωτῷ κλῆρον ἔλειπεν ἔχειν καὶ σκῆπτρα Καβείρων.
  16. Δάρδανος, Ἠμαθίωνος ἀδελφεός, ὃν Διὸς εὐναὶ
  17. ἤροσαν, ὃν κομέεσκε Δίκη τροφός, εὖτε λαβοῦσαι
  18. σκῆπτρα Διὸς καὶ πέπλα Χρόνου καὶ ῥάβδον Ὀλύμπου
  19. εἰς δόμον Ἠλέκτρης βασιληίδος ἔδραμον Ὧραι
  20. κοιρανίης ἀλύτοιο προμάντιες Αὐσονιήων·