Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἰ ἐτεόν ποτε κεῖνον ἐπισπαίροντα κονίῃ
  2. ὄμμασιν ἀκλαύτοισιν ἰδὼν δάκρυσεν Ἀπόλλων,
  3. καὶ τύπος ἀνθεμόεις μορφώσατο δάκρυα Φοίβου
  4. αἴλινον αὐτοκέλευστον ἐπιγράψας ὑακίνθῳ.
  5. ὄρχατος ἔπλετο τοῖος ἐύσκιος· ἄγχι δὲ πηγὴ
  6. δίστομος, ἔνθεν ἔην ναέταις ποτόν, ἔνθεν ἀλωεὺς
  7. ἐξ ἀμάρης ὀχέτευε πολυσχιδὲς ἀγκύλον ὕδωρ
  8. εἰς φυτὸν ἄλλο μετʼ ἄλλο· ῥόος δέ τις ὡς ἀπὸ Φοίβου
  9. ἁβρὰ μελιζομένης ἐπεβόμβεε πυθμένι δάφνης.
  10. καὶ πολὺς εὐποίητος ἐρεισάμενος πόδα πέτρῳ
  11. χρύσεος ἵστατο κοῦρος, ἐναντία δαιτυμονήων
  12. λαμπάδος ἑσπερίης τανύων ἐπιδόρπιον αἴγλην·
  13. πολλαὶ δʼ ἰσοτύπων μελέων τεχνήμονι σιγῇ
  14. χάσμασι ποιητοῖσι σεσηρότος ἀνθερεῶνος
  15. ψευδαλέων σκυλάκων στίχες ἔμφρονες ἄγχι θυράων
  16. ἕστασαν ἔνθα καὶ ἔνθα, καὶ ἀργυρέῳ κυνὶ γείτων
  17. χρύσεος οἰδαίνοντι κύων συνυλάκτεε λαιμῷ
  18. σαίνων ἠθάδα φῶτα· παραστείχοντι δὲ Κάδμῳ
  19. μιμηλῆς ἀπέπεμπε βοῆς ξεινοσσόον Ἠχώ,
  20. ποιητῆς δʼ ἐλέλιζε φιλοστόργου τύπον οὐρῆς.