Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἰς μυχὸν ἐξ οὐδοῖο. πέλας δέ τις ὄρχατος αὐλῆς
  2. ἀμφιλαφὴς δροσόεντι φυτῶν ἐβαρύνετο καρπῷ
  3. τετράγυος πρὸ δόμοιο· καὶ ἄρσενα φύλλα πετάσσας
  4. θηλυτέρῳ φοίνικι πόθον πιστώσατο φοῖνιξ·
  5. ὄγχνη τʼ ἀγλαόκαρπος ὁμήλικι σύμφυτος ὄγχνῃ
  6. ὄρθριον ἐψιθύριζεν, ἑλισσομένη δὲ κορύμβοις
  7. γείτονα πιαλέης ἐπεμάστιε θάμνον ἐλαίης·
  8. εἰαρινοῖς ἀνέμοισιν ἀναινομένῃ παρὰ δάφνῃ
  9. σείετο μύρσινα φύλλα, καὶ εὐπετάλου κυπαρίσσου
  10. ὄρθριον ἐρρίπιζε κόμην εὔοδμος ἀήτης·
  11. συκῆς θʼ ἡδυτόκοιο καὶ ἰκμαλέης ἀπὸ ῥοιῆς
  12. καρπὸς ἐρευθιόων ἐπεθήλεεν οἴνοπι καρπῷ
  13. ἀγχιφύτῳ, καὶ μῆλον ἐπήνθεε γείτονι μήλῳ·
  14. πολλὰ δὲ Φοιβείοισι σοφοῖς ποικίλλετο φύλλοις
  15. γράμματα δενδρήεντα φιλοκλαύτων ὑακίνθων·
  16. καὶ Ζεφύρου πνείοντος ἀεξιφύτου διὰ κήπου
  17. ἄστατον ὄμμα τίταινε πόθων ἀκόρητος Ἀπόλλων,
  18. καί, φυτὸν ἡβητῆρος ἰδὼν δεδονημένον αὔραις,
  19. δίσκου μνῆστιν ἔχων ἐλελίζετο, μή ποτε κούρῳ
  20. ζηλήμων φθονέσειε καὶ ἐν πετάλοισιν ἀήτης,