Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἀλλά διεσσυμένοιο βολὴν θήλυνεν ὀιστοῦ,
- καὶ φονίην ἀλάωσεν ἑκηβολίην Μελανῆος·
- καὶ Παφίη γλωχῖνας ἀπηκόντιζε βελέμνου,
- σύγγονος ἱμείροντι χαριζομένη Διονύσῳ,
- καὶ βέλος ἔτραπε τόσσον ἀπὸ χροός, ὡς ὅτε μήτηρ
- παιδὸς ἔτι κνώσσοντος ἀλήμονα μυῖαν ἐλάσσῃ.
- ἠρέμα φάρεος ἄκρον ἐπαιθύσσουσα προσώπῳ.
- καὶ χροὸς ἄγριον ἕλκος ἐρευθομένου διὰ μηροῦ
- ἀγχιφανὴς Ὑμέναιος ἐδείκνυε γείτονι Βάκχῳ,
- δάκρυ χέων ἐρατεινὸν ὑπʼ ὀφρύσιν, ὄφρα νοήσῃ
- δεξιτερὴν ἐπίκουρον ἀλεξικάκου Διονύσου,
- ἰητροῦ χατέων ζωαρκέος· αὐτὰρ ὁ λευκῆς
- χειρὸς ἔχων Ὑμέναιον ἑῆς ἐπέβησεν ἀπήνης,
- καί μιν ἄγων ἀπάνευθε πολυφλοίσβοιο κυδοιμοῦ
- νωθρὸν ἐπὶ σκιόεντι πέδῳ παρὰ γείτονι φηγῷ
- θῆκε καρηβαρέοντα· καἰ ὡς Ὑάκινθον Ἀπόλλων
- ἔστενεν ἀνδροφόνῳ βεβολημένον ὀξέι δίσκῳ,
- μεμφόμενος Ζεφύρου ζηλήμονος ἄσθμα θυέλλης,
- οὕτω καὶ Διόνυσος ἀνέσπασε πολλάκι χαίτην,
- ὄμμασιν ἀκλαύτοισιν ἐπικλαύσας Ὑμεναίῳ.