Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ χροὸς ἐκτός ἐόντας ἰδὼν πώγωνας ὀιστοῦ
  2. ἀσπάσιον λάχε θάρσος· ἀφʼ αἱμαλέοιο δὲ μηροῦ
  3. λευκὸν ἐρευθομένου διδυμόχροον ἕλκος ἀφάσσων
  4. φειδομέναις παλάμῃσιν ἀνείρυσεν ἄκρον ὀιστοῦ.
  5. δάκρυα δʼ ἡβητῆρος ὀδυρομένοιο δοκεύων
  6. ἀμφοτέροις κεχόλωτο, καὶ Ἄρεϊ καἰ Μελανῆι·
  7. καὶ γλυκεροὺς ἱδρῶτας ἀποσμήξας Ὑμεναίου
  8. μεμφομένοις στομάτεσσιν ὑποκρυφίην χέε φωνήν·
  9. ἄμπελον ἔκτανε ταῦρος, Ἄρης Ὑμέναιον ὀλέσσει.
  10. αἴθε δὲ πάντας ἔπεφνεν, ὅσους ἐκόρυσσα μαχητάς,
  11. καλλείψας ἕνα μοῦνον ἀνούτατον· ἐν πολέμοις γὰρ
  12. ποῖον ἄχος κλονέει με δαϊζομένοιο Καβείρου;
  13. ὠτειλὴ Σατύρου πότε που, πότε Βάκχον ὀρίνῃ;
  14. Σειληνὸς πεσέτω σταφυληκόμος· ἑσμὸς ἀλάσθω
  15. Βασσαρίδων, καὶ μοῦνον ἀπήμονα παῖδα νοήσω.
  16. ἱλήκοι κλυτότοξος· Ἀρισταίοιο πεσόντος
  17. ποῖον ἐμοί ποτε πένθος, ἐυρραθάμιγγος ὀπώρης
  18. κρείσσονα κικλήσκοντος ἑῆς ὠδῖνα μελίσσης;
  19. οὐ τάχα μοι πέπρωτο φυγεῖν ποτε παιδὸς ἀνίην,
  20. ὅττι πάλιν τάχα τοῦτον ὀλωλότα παῖδα γοήσω.