Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. αἴ κεν ἴδῃ Διόνυσον, ἀγήνορα παῖδα Θυώνης,
  2. πυρκαϊῆς ἐπιβάντα τεῷ δμηθέντα βελέμνῳ·
  3. ἓν δὲ βέλος λύσειεν ὅλον μόθον. ἀμφοτέροις δέ,
  4. ὕδατι χεῖρας ἄειρε καὶ εὔχεο μητέρι Γαίη·
  5. ῥέζειν δʼ ἀμφοτέροισι θυηπολίας μετὰ νίκην
  6. ἀψεύστοις στομάτεσσιν ὑπόσχεο· καὶ παρὰ βωμῷ
  7. ταυροφυὴς ἐχέτω κεραελκέα ταῦρον Ὑδάσπης,
  8. γαῖα δὲ κυανέη μελανόχροον ἄρνα δεχέσθω.
  9. ὣς εἰπὼν παρέπεισεν ὀιστοβόλον Μελανῆα,
  10. ἄνδρα νοοπλανέων κτεάνων δεδονημένον οἴστρῳ·
  11. αὐτὰρ ὁ σιγαλέος γυμνώσατο πῶμα φαρέτρης
  12. ἰὸν ἑλὼν προβλῆτα, καὶ εἴρυσεν ἠθάδα νευρὴν
  13. τόξον ὀπισθοτόνῳ παλάμης κυκλούμενος ὁλκῷ,
  14. ἀκρότατον δὲ σίδηρον ἐρεισάμενος περὶ τόξῳ
  15. φοίνια νεῦρα βόεια πελάσσατο γείτονι μαζῷ·
  16. καὶ βέλος ἰθυκέλευθον ἀπεπλάγχθη Διονύσου
  17. Ζηνὸς ἐρητύσαντος, ἐυστεφάνου δʼ Ὑμεναίου
  18. αἱμοβαφὴς πτερόεντι χαράσσετο μηρὸς ὀιστῷ.
  19. οὐ δὲ λάθεν Διόνυσον ἀπήορος ἰὸς ἀλήτης
  20. ἱπτάμενος ῥοιζηδόν, ἀφειδέι σύνδρομος αὔρῃ·