Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. κάλλεϊ Βάκχον ἔβαλλες ὀιστευτῆρα Γιγάντων,
  2. βάλλε τεοῖς βελέεσσι καὶ ἄφρονα Δηριαδῆα,
  3. δυσμενέων βασιλῆα θεημάχον, ὄφρά τις εἴπῃ·
  4. ἀμφοτέρων ἐτύχησε βαλὼν Ὑμέναιος ὀιστῷ,
  5. εἰς χρόα Δηριάδαο καὶ εἰς κραδίην Διονύσου.
  6. ὣς φαμένου Βρομίοιο πολὺ πλέον ἥψατο χάρμης
  7. ἱμερόεις Ὑμέναιος ἑκηβόλος, ᾧ ἔπι χαίρων
  8. οἰστρήεις Διόνυσος ἐδύσατο μᾶλλον Ἐνυὼ
  9. καἰ ζοφερὴν προθέλυμνον ὅλην ἐφόβησε γενέθλην·
  10. καί τις ἰδὼν Διόνυσον ἀφειδέι λαίλαπι χάρμης
  11. Ἰνδῴων ἀκόρητον ὀιστευτῆρα καρήνων
  12. τοῖον ἔπος κατέλεξε φιλοκτεάνῳ Μελανῆι·
  13. τοξότα, πῇ σέο τόξα καὶ ἠνεμόεντες ὀιστοί;
  14. ἡμέας ἁβροχίτωνες ὀιστεύουσι γυναῖκες.
  15. ἀλλὰ βέλος προΐαλλε μινυνθαδίῳ Διονύσῳ·
  16. μή σε παραπλάγξειεν Ὀλύμπιον οὔνομα φήμης·
  17. μὴ τρομέοις ποτὲ Βάκχον, ὃς ἐκ χθονίοιο τοκῆος
  18. ὠκύμορον λάχεν αἷμα, Διὸς δʼ ἐψεύσατο φύτλην.
  19. δεῦρο βέλος προΐαλλε καί, εἰς σκοπὸν αἴ κε τυχήσῃς,
  20. δέχνυσαι ἄσπετα δῶρα βαθυπλούτου βασιλῆος,