Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οὐ τόσον Ἡρακλέης Στυμφηλίδας ἤλασε βόμβῳ
  2. χαλκὸν ἔχων βαρύδουπον, ὅσον στρατὸν ἤλασεν Ἰνδῶν
  3. Τερψιχόρη κτυπέουσα χοροῦ πολεμήιον Ἠχώ.
  4. καὶ Τρυγίη βαρύγουνος ἐλείπετο νόσφιν ὁμίλου
  5. ὑστατίη καὶ ἔπηξε φόβῳ πόδας· οὐδέ τις αὐτῇ
  6. Σειληνῶυ παρέμιμνε· λίπον δέ μιν αὐτόθι μούνην
  7. ταρβαλέην, χατέουσαν ἀρηγόνος· ἀκροπότῃ δὲ
  8. χεῖρας ὄρεξε Μάρωνι, Μάρων δʼ ἀπέειπε γεραιήν,
  9. ὅττι χοροὺς ἀνέκοπτε φιλακρήτων Κορυβάντων
  10. καὶ Σατύρων· αἰεὶ δὲ θεοῖς ἠρᾶτο δαμῆναι
  11. γηραλέην ἀνόνητον ὑπʼ ἔγχεϊ Δηριαδῆος·
  12. καὶ Καλύκη πολέμιζε παρισταμένη Διονύσῳ
  13. οἰστρομανής. Τρομερῆς δὲ μέθης ἐλελίζετο παλμῷ
  14. Οἰνώνη προθέουσα· βαρυνομένη δὲ κυδοιμῷ
  15. γούνατα μὲν μογέεσκε, φιλακρήτοιο δὲ νύμφης
  16. οἰδαλέοι σμήριγγες ἐδινεύοντο καρήνου.
  17. καὶ στόνος ἦν βαρύδουπς· ὁμοζήλῳ δὲ κυδοιμῷ
  18. Ἀστράεις Σταφύλην, Καλύκην δʼ ἐδίωκε Κελαινεύς.
  19. Σειληνῶν δὲ φάλαγγα δορυσσόος ἤλασε Μορρεὺς
  20. θεινομένην βουπλῆγι· μιῇ δʼ ἐλατῆρος ὁμοκλῇ