Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Ἀστραῖος δεδόνητο, Μάρων φύγεν, ὤκλασε Ληνεύς,
  2. Σειληνοῦ τρία τέκνα δασύτριχος, ὅς δίχα λέκτρων
  3. ἄσπορος αὐτολόχευτος ἀνέδραμε μητρὸς ἀρούρης.
  4. ἱμερτὴν δὲ Δόρυκλος ἀνεπτοίησε Λυκάστην---
  5. τῇσι θεὸς χραίσμησε, νεουτήτων δὲ γυναικῶν
  6. ἕλκεσι φάρμακα πάσσεν· Ἐνυαλίῳ δὲ σιδήρῳ
  7. τειρομένην ποδὸς ἄκρον ἀνάμπυκα ῥύσατο Γόργην,
  8. κλήματος ἀμπελόεντι περισφίγξας πόδα δεσμῷ·
  9. Εὐπετάλης δʼ ἰχῶρα νεόσσυτον ἔσβεσεν οἴνῳ,
  10. καὶ Σταφύλης χυτὸν αἷμα κατεπρήυνεν ἀοιδῇ·
  11. Μυρτοῦς δʼ οὐταμένην παλάμην ἰήσατο μύρτῳ,
  12. καὶ Καλύβην ἐσάωσεν ἀνειρύσσας βέλος ὤμου,
  13. ἕλκεϊ φοινήεντι περιρραίνων πόμα ληνοῦ·
  14. Νύσης δʼ ἄλγος ἔπαυσε νεουτήτοιο προσώπου,
  15. χρίσας ἔνθα καὶ ἔνθα παρηίδα λευκάδι γύψῳ·
  16. ὄμμασι δʼ ἀκλαύτοισιν ἐπεστενάχιζε Λυκάστῃ.
  17. ἀλλʼ ὅτε Βασσαρίδων ὀδύνας πρηΰνατο τέχνῃ
  18. θυρσομανὴς Διόνυσος, ἐμάρνατο μείζονι χάρμῃ.
  19. καί τις ἀμερσινόοιο κατάσχετος ἅλματι λύσσης
  20. Βασσαρὶς Ἰνδὸν Ἄρηα μετέστιχε θυιὰς Ἐνυώ,